Ἀρχονταρίκιον

Ἐπιλεγμένο χριστιανικὸ ὀρθόδοξο ὑλικό.

Archive for the ‘Προσευχητάριον’ Category

Εὐχές ὑπέρ ἀναπαύσεως κεκοιμημένων, 11-20

11. Εὐχή εἰς κεκοιμημένους

Δέσποτα Κύριε ὁ Θεός, ὁ τῇ σοφίᾳ Σου κατασκευάσας αὐτόν καί θέμενος ἐν αὐτῷ πνοήν ζωῆς, καί εἰσαγαγών εἰς τόν κόσμον τοῦτον πολιτεύεσθαι ἐπ’ ἐλπίδι ζωῆς αἰωνίου, ἁμαρτήσαντα δὲ αὐτόν, θανάτου ἐπαγαγών καί διαλύσας, καί ἀποστρέφων, τήν δέ ψυχήν εἰς ἑαυτόν προσκαλούμενος· Αὐτός ἀνάπαυσον τήν ψυχήν τοῦ δούλου Σου (τοῦδε), ἐν τόπῳ φωτεινῷ, ἐν τόπῳ ἀναψύξεως, ἔνθα ἐπισκοπεῖ τὸ φῶς τοῦ προσώπου Σου Κύριε, ἐν κόλποις Ἀβραάμ καί Ἰσαάκ καί Ἰακώβ, μετά πάντων τῶν ἁγίων· καί εἴτι ἐπλημμέλησεν εἰς Σέ, ἐν πράξει ἤ λόγῳ ἤ κατά διάνοιαν, Αὐτός ὡς ἀγαθός καί φιλάνθρωπος Θεός, ἄνες, ἄφες, συγχώρησον, παριδών αὐτοῦ τε καί ἡμῶν τά ἀνομήματα· ἡμῶν δέ τά τέλη τῆς ζωῆς ἀνώδυνα καί ἀκαταίσχυντα καταξίωσον, ὅτε θέλεις καί ὅτε βούλῃ, μόνον ἄνευ αἰσχύνης καί παραπτωμάτων.

Σύ γάρ εἶ ἡ ἀνάστασις τοῦ Σοῦ δούλου καί Σοί τήν δόξαν ἀναπέμπομεν, τῷ Πατρί καί τῷ Υἱῷ καί τῷ Ἁγίῳ Πνεύματι, νῦν καί ἀεί καί εἰς τούς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

 
12. Εὐχή εἰς κεκοιμημένους

Δέσποτα Κύριε ὁ Θεός, ὁ τῇ σοφίᾳ Σου κατασκευάσας αὐτόν καί θέμενος ἐν αὐτῷ πνοήν ζωῆς, καί εἰσαγαγών εἰς τόν κόσμον τοῦτον πολιτεύεσθαι ἐπ’ ἐλπίδι ζωῆς αἰωνίου, ἁμαρτήσαντα δέ αὐτόν, θανάτου ἐπαγαγών καί διαλύσας, καί τόν μέν ἐκ γῆς εἰς γῆν ἀναλύων, τήν δέ ψυχήν πρός ἑαυτόν προσκαλούμενος· Αὐτός Δέσποτα φιλάνθρωπε πρόσδεξαι τό πνεῦμα τοῦ δούλου Σου (τοῦδε), καί προσαγόμενον πρός τόν ἅγιον θρόνον Σου, πάσης τιμῆς καί ἀνέσεως ἀξίωσον, φυλάσσων εἰς ἀνάστασιν, καί εἴτι ὡς ἄνθρωπος σαρκί ζῶν, λόγῳ ἤ ἔργῳ ἤ ἐν διανοίᾳ ἥμαρτεν, Αὐτός ὡς ἀγαθός καί ἐλεήμων Θεός, ἄνες, ἄφες, συγχώρησον, παριδών αὐτοῦ καί ἡμῶν τά παραπτώματα.

Σύ γάρ εἶ ὁ Θεός οἰκτιρμῶν καί σοί πρέπει πᾶσα δόξα, τιμή καί προσκύνησις, τῷ Πατρί καί τῷ Υἱῷ καί τῷ Ἁγίῳ Πνεύματι, νῦν καί ἀεί καί εἰς τούς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

 
13. Εὐχή εἰς κεκοιμημένους

Ὁ Θεὸς τῶν πνευμάτων καί πάσης σαρκός, ὁ τῶν ὁρωμένων καὶ τῶν ἀοράτων ποιητής, ὁ κατά τήν ἀπόρρητόν Σου βουλήν ἑνώσας ψυχήν καί σῶμα, καί πάλιν κατά τό θέλημα τῆς Σῆς ἀγαθότητος διαλύων τό πλάσμα Σου, ὅ ἐποίησας, καί τόν μέν χοῦν, τῷ χοΐ ἀναλύων, τό δέ πνεῦμα πρός Αὐτόν προσκαλούμενος, καί κατατάσσων μοναῖς μέχρι τῆς ἀναστάσεως καί ἀποκαλύψεως τοῦ μονογενοῦς Σου Υἱοῦ· Αὐτός, Δέσποτα, ἀντιλαβοῦ τῆς ψυχῆς τοῦ δούλου Σου καί ἀναγαγών αὐτήν ἐκ τοῦ κοσμικοῦ σκότους καί τῆς ἐξουσίας τῶν ἀντικειμένων δυνάμεων ρυσάμενος· κατάταξον ἐν χώρῳ φωτεινῷ, ἐν χώρᾳ ζώντων, ὅθεν ἀπέδρα ὀδύνη, λύπη καί στεναγμός· συγχώρησαι αὐτῷ τά ἁμαρτήματα, συγγνώμην παρασχών τοῖς ἀνθρωπίνοις πλημμελήμασιν, ἐν δέ τῇ χάριτί Σου διαφυλάξας· μνήσθητι καί τῶν συνεληλυθότων τιμῆσαι τό ὁμοιοπαθές, καί λογῆσαι αὐτοῖς τόν κόπον καί τήν σπουδήν εἰς ἔργον δικαιοσύνης καί τῶν πενθούντων καί ἀδημονούντων μνήσθητι Κύριε, καί παρεκάλεσον αὐτῶν τήν καρδίαν, καί παραμυθησάμενος, ἐλέησον αὐτούς καί ἡμᾶς καί σῶσον ἐν τῇ ἐνδόξῳ Σου βασιλείᾳ.

Ὅτι πρέπει Σοί πᾶσα δόξα, τιμή καί κράτος καί μεγαλοπρέπεια, τῷ Πατρί καί τῷ Υἱῷ καί τῷ Ἁγίῳ Πνεύματι, νῦν καί ἀεί καί εἰς τούς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Read the rest of this entry »

Ἀναστάσιμα εὐλογητάρια

Ἦχος πλ. α’.

Εὐλογητός εἶ, Κύριε, δίδαξόν με τά δικαιώματά σου.

Τῶν Ἀγγέλων ὁ δῆμος, κατεπλάγη ὁρῶν σε, ἐν νεκροῖς λογισθέντα, τοῦ θανάτου δέ Σωτήρ, τήν ἰσχύν καθελόντα, καί σύν αὐτῷ τόν Ἀδάμ ἐγείραντα, καί ἐξ ᾍδου πάντας ἐλευθερώσαντα.

Εὐλογητός εἶ, Κύριε, δίδαξόν με τά δικαιώματά σου.

Τί τά μύρα, συμπαθῶς τοῖς δάκρυσιν, ὦ Μαθήτριαι κιρνᾶτε; Ὁ ἀστράπτων ἐν τῷ τάφῳ Ἄγγελος, προσεφθέγγετο ταῖς Μυροφόροις· Ἴδετε ὑμεῖς τόν τάφον καί ᾔσθετε· ὁ Σωτήρ γάρ ἐξανέστη τοῦ μνήματος.

Εὐλογητός εἶ, Κύριε, δίδαξόν με τά δικαιώματά σου.

Λίαν πρωΐ, Μυροφόροι ἔδραμον, πρός τό μνῆμά σου θρηνολογοῦσαι· ἀλλ’ ἐπέστη, πρός αὐτάς ὁ Ἄγγελος, καί εἶπε· Θρήνου ὁ καιρός πέπαυται, μή κλαίετε· τήν Ἀνάστασιν δέ, Ἀποστόλοις εἴπατε.

Εὐλογητός εἶ, Κύριε, δίδαξόν με τά δικαιώματά σου.

Μυροφόροι γυναῖκες, μετά μύρων ἐλθοῦσαι, πρός τό μνῆμα σου, Σῶτερ, ἐνηχοῦντο. Ἀγγέλου τρανῶς, πρός αὐτάς φθεγγομένου· Τί μετά νεκρῶν, τόν ζῶντα λογίζεσθε; Ὡς Θεός γάρ, ἐξανέστη τοῦ μνήματος.

Δόξα. Τριαδικόν.

Προσκυνοῦμεν Πατέρα, καί τόν τούτου Υἱόν τε, καί τό Ἅγιον Πνεῦμα· τήν Ἁγίαν Τριάδα, ἐν μιᾷ τῇ οὐσίᾳ, σύν τοῖς Σεραφείμ, κράζοντες τό· Ἅγιος, Ἅγιος, Ἅγιος εἶ, Κύριε.

Καί νῦν. Θεοτοκίον.

Ζωοδότην τεκοῦσα, ἐλυτρώσω Παρθένε, τόν Ἀδάμ ἁμαρτίας, χαρμονήν δέ τῇ Εὔᾳ, ἀντί λύπης παρέσχες· ρεύσαντα ζωῆς, ἴθυνε πρός ταύτην δέ, ὁ ἐκ τοῦ σαρκωθείς Θεός καί ἄνθρωπος.

Ἀλληλούϊα, Ἀλληλούϊα, Ἀλληλούϊα,
Δόξα σοι ὁ Θεός (ἐκ γ’).

Εὐχή στήν Ἐθνική Ἑορτή τῆς 25ης Μαρτίου

Κύριε ὁ Θεός ἡμῶν, ὁ τά σύμπαντα τῷ σῷ κράτει συνέχων καὶ τῇ θείᾳ σου καί πανσθενεῖ βουλῇ κυβερνῶν τόν κόσμον· ὁ ποιήσας ἐξ ἑνός αἵματος πᾶν ἔθνος ἀνθρώπων κατοικεῖν ἐπί πᾶν τό πρόσωπον τῆς γῆς, ἑκάστῳ δέ αὐτῶν ὁρίσας τάς ὁροθεσίας τῆς κατοικίας αὐτῶν· ὁ καί τό εὐσεβές ἡμῶν ἔθνος ἐξαιρέτως εὐεργετήσας, τήν ἐπίγνωσιν τῆς σῆς ἀληθείας αὐτῷ χαρισάμενος, πρός τό φῶς τῆς ὀρθοδόξου πίστεως καθοδηγήσας καί μεγάλους ἐξ αὐτοῦ τῇ Ἐκκλησίᾳ Πατέρας καί Διδασκάλους ἀναδείξας· ἐλεύθερον μέν αὐτό ἐπί αἰῶνας διατηρήσας, δουλωθέν δέ στηρίξας καί διασώσας, καί εἰς ἐλεύθερον αὖθις βίον ἐξαναστήσας· Αὐτός πανάγιε Δέσποτα, ἐπί τῇ ἀπελευθερώσει καί παλιγγενεσίᾳ τοῦ ἡμετέρου Ἔθνους, τάς εὐχαριστηρίους ἡμῶν ταύτας δέξαι προσευχάς καί ἐπάκουσον ἡμῶν ἐν πίστει δεομένων σου ἐκτενῶς. Τάς ψυχάς τῶν ὑπέρ τῆς Πίστεως καί τῆς Πατρίδος ἡμῶν εὐκλεῶς ἀγωνισαμένων καί ἡρωϊκῶς πεσόντων ἢ μαχαίρᾳ καί ἀγχόνῃ ἀναιρεθέντων ἢ ἐν αἰχμαλωσίᾳ καί κακουχίᾳ ἀποθανόντων πατέρων καί ἀδελφῶν ἡμῶν μετά τῶν ἀπ’ αἰῶνός σοι εὐαρεστησάντων ἀνάπαυσον· ἡμᾶς δέ πάντας, ὁ ὑπερασπιστής τῶν σωτηρίων ἡμῶν, ἀξίους τῆς ἐλευθερίας ἀνάδειξον καί ἐν εἰρήνῃ διαφύλαξον· πᾶσαν Ἀρχὴν καὶ Ἐξουσίαν ἐν τῷ Κράτει ἐν εἰρήνῃ καί ὁμονοίᾳ διατήρησον, εὐστάθειαν τῇ Ἐκκλησία καί τῇ Πολιτείᾳ δωρούμενος. Σύ γάρ εἶ ὁ ἄρχων τῆς εἰρήνης καί σωτήρ τῶν ψυχῶν ἡμῶν καί σοί τήν δόξαν ἀναπέμπομεν, τῷ Πατρί καί τῷ Υἱῷ καί τῷ Ἁγίῳ Πνεύματι, νῦν καί ἀεί καί εἰς τούς αἰῶνας τῶν αἰώνων.

 
Προσευχητάριον ὑπέρ τῶν κεκοιμημένων
Ἀρχιμ. Παῦλος Κ. Ντανᾶς
Ἐκδόσεις «Ἄθως»
Ἀθήνα 2005

Written by arxontarikion

23/03/2011 at 17:48

Εὐχή στήν Ἐθνική Ἑορτή τῆς 28ης Ὀκτωβρίου – Β’

Εὐχαριστοῦμέν σοι, Κύριε ὁ Θεός ἡμῶν, ὅτι τῇ σῇ ἀγαθότητι ἐπί τήν εὔσημον ταύτην ἡμέραν ἤγαγες ἡμᾶς ἀναμέλψαι σοι ᾠδήν ἐπινίκιον τῷ σωτῆρι ἡμῶν. Ἰδού γάρ οἱ ἄρχοντες ἡμῶν συνήχθησαν ἐπί τό αὐτό καί πᾶσα συναγωγή λαοῦ ἀνάμνησιν ἐπιτελοῦμεν ἔργου θαυμαστοῦ καὶ μεγάλου, ὅ ἡ δεξιά σου εἰργάσατο ἐν ταῖς ἡμέραις ἡμῶν. Λαός γάρ πόρρωθεν ἰταμός καί ἀνελέητος ἀνέβη ὡς λέων ἐκ τῆς μάνδρας αὐτοῦ, ἐξῆρε καί ἐξῆλθεν ἐκ τοῦ τόπου αὐτοῦ ἐξολοθρεύων ἔθνη, τιθείς τήν γῆν εἰς ἐρήμωσιν καί πόλεις καθαιρῶν παρά τό μή κατοικεῖσθαι αὐτάς. Ἐσαλεύθη καί ἔντρομος ἐγενήθη ἡ γῆ. Οἱ κατοικοῦντες αὐτήν εἶδον τά ὄρη, καί ἦν τρέμοντα, καί πάσας τάς θαλάσσας ταρασσομένας, τόν οὐρανόν φλεγόμενον καί πάσας τάς πόλεις ἐμπεπυρισμένας, καί εἰσέδυσαν εἰς τά σπήλαια καί ἐκρύβησαν εἰς τάς τάφρους. Καί ἦκεν ἐφ’ ἡμᾶς τό ἔθνος τό ὁπλομάχον καί εἶπον ἡμῖν· Κύψατε, ἵνα παρέλθωμεν. Ὁ δέ λαός σου ἀνέστη καί ἐν τῷ ὀνόματί σου ἠμύνατο αὐτούς καί ἐδίωξεν ὀπίσω αὐτῶν, καί ἐδίωξεν εἷς χιλίους καί δύο μετακίνησαν μυριάδας. Read the rest of this entry »

Written by arxontarikion

28/10/2010 at 12:30

Εὐχή στήν Ἐθνική Ἑορτή τῆς 28ης Ὀκτωβρίου – Α’

Εὐχαριστοῦμέν σοι, Κύριε, ὁ Θεός ἡμῶν, ὅτι καί αὖθις ἐπί τήν εὔσημον ταύτην ἡμέραν ἤγαγες ἡμᾶς, ἐπινίκιον ᾠδήν σοι ἀναμέλψαι τῷ εὐεργέτῃ καί σωτῆρι ἡμῶν. Ἰδού γάρ οἱ ἄρχοντες ἡμῶν καί πᾶσα συναγωγή λαοῦ ἐπί ταὐτό συναχθέντες, ἀνάμνησιν ἐπιτελοῦμεν ἔργου θαυμαστοῦ καί μεγάλου, ὅ ἡ δεξιά σου εἰργάσατο ἐν ταῖς ἡμέραις ἡμῶν, εἰς ἔνδειξιν, ὅτι ἡμέρα Κυρίου ἐπί πάντα ὑβριστήν καί ὑπερήφανον, καί ἡμέρα πτώσεως ἐπί ὑψηλόν καί μετέωρον· τούς γάρ ἐνδόξους συνετάραξας μετά ἰσχύος καί τούς ὑψηλούς τῇ ὕβρει συνέτριψας μετά δυνάμεως. Διά τοῦτο, Κύριε, σήμερον τῆς αἰνέσεώς σου πλήρης ἡμῶν πᾶσα ἡ γῆ καί ἐν εὐγνωμοσύνῃ καί ἀγαλλιάσει βοῶμέν σοι. Τάς ὁδούς σου, Κύριε, γνώρισον ἡμῖν καί τάς τρίβους σου δίδαξον ἡμᾶς· νομοθέτησον ἡμᾶς ἐν τῇ ὁδῷ σου καί ὁδήγησον πάντας, τούς ἄρχοντας καί τόν λαόν, ἐπί τήν ἀλήθειάν σου, ὅτι πολλοί κυκλόθεν οἱ ἐχθροί ἡμῶν καί μακάριος ὁ λαός, οὗ ἐστι βοηθός Κύριος ὁ Θεός αὐτοῦ. Ἔτι δέ καί ὑπέρ τῶν ψυχῶν τῶν μαρτύρων ἀδελφῶν ἡμῶν δεόμεθά σου τῶν τε ἐν πολέμῳ πεσόντων, τῶν τε ἀναιρεθέντων καί τῶν ἐν αἰχμαλωσίᾳ καί ἐξορίᾳ τελειωθέντων, ἵνα αὐλισθῶσιν ἐν ἀγαθοῖς καί ἀναπαύσωνται μετά δικαίων καί ἵνα τά ὀστᾶ αὐτῶν ὡς βοτάνη ἀνατείλῃ, ὅπως ἄν οἵ τε ζῶντες καί οἱ ἐπ’ ἐλπίδι ἀναστάσεως κεκοιμημένοι εὐχαριστήριον αἶνον καί δοξολογίαν σοι ἀναπέμπωμεν, τῷ κραταιῷ Βασιλεῖ τῶν αἰώνων εἰς τούς αἰῶνας.

Written by arxontarikion

27/10/2010 at 21:00

Εὐχές ὑπέρ ἀναπαύσεως κεκοιμημένων, 1-10

1. Εὐχή τῆς Πεντηκοστῆς

Ἐπάκουσον ἡμῶν τῶν ταπεινῶν καί οἰκτρῶν δεομένων σου· καί ἀνάπαυσον τάς ψυχάς τῶν δούλων σου τῶν προκεκοιμένων ἐν φωτεινῷ, ἐν τόπῳ χλοερῷ, ἐν τόπῳ ἀναψύξεως, ἔνθα ἀπέδρα πᾶσα ὀδύνη, λύπη καί στεναγμός, καί κατάταξον τά πνεύματα αὐτῶν ἐν σκηναῖς Δικαίων καί εἰρήνης καί ἀνέσεως ἀξίωσον αὐτούς· ὅτι οὐχ οἱ νεκροί αἰνέσουσί σε, Κύριε, οὐδέ οἱ ἐν Ἅδῃ ἐξομολόγησιν παρρησιάζονται προσφέρειν σοι, ἀλλ’ ἡμεῖς οἱ ζῶντες εὐλογοῦμεν σε καί ἱκετεύομεν καί τάς ἱλαστηρίους εὐχάς καί θυσίας προσάγομέν σοι ὑπέρ τῶν ψυχῶν αὐτῶν.

2. Εὐχή τῆς Πεντηκοστῆς (Μεγάλου Βασιλείου)

Δέξαι οὖν, Δέσποτα, δεήσεις καί ἱκεσίας ἡμετέρας καί ἀνάπαυσον πάντας τούς πατέρας ἐκάστου καί μητέρας καί ἀδελφούς καί ἀδελφάς καί τέκνα καί εἴτι ἄλλο ὁμογενές καί ὁμόφυλον καί πάσας τάς προαναπαυσαμένας ψυχάς ἐπ’ ἐλπίδι ἀναστάσεως ζωῆς αἰωνίου καί κατάταξον τά πνεύματα αὐτῶν καί τά ὀνόματα ἐν βίβλῳ ζωῆς, ἐν κόλποις Ἀβραάμ, Ἰσαάκ καί Ἰακώβ, ἐν χώρᾳ ζώντων, εἰς βασιλείαν οὐρανῶν, ἐν Παραδείσῳ τρυφῆς, διά τῶν φωτεινῶν Ἀγγέλων σου εἰσάγων ἅπαντας εἰς τάς ἁγίας σου μονάς· συνέγειρον καί τά σώματα ἡμῶν ἐν ἡμέρᾳ, ἧ ὥρισας, κατά τάς ἁγίας σου καί ἀψευδεῖς ἐπαγγελίας. Οὐκ ἔστιν οὖν, Κύριε, τοῖς δούλοις σου θάνατος, ἐκδημούντων ἡμῶν ἀπό τοῦ σώματος καί πρός σέ τόν Θεόν ἐνδημούντων, ἀλλά μετάστασις ἀπό τῶν λυπηροτέρων ἐπί τά χρηστότερα καί θυμηδέστερα καί ἀνάπαυσις καί χαρά.

3. Εὐχή Ἁγίου Ἰωάννου Χρυσοστόμου

Ἀνάπαυσον, ἅγιε Δέσποτα, ἐν φωτί ζώντων καί ἐν τῇ κατοικίᾳ τῶν εὐφραινομένων καί τούς ἐμούς γεννήτορας, προγόνους τε καί ἀδελφούς, σούς δέ οἰκέτας εὐγνώμονας· καί πᾶσι τοῖς ἐν εὐσεβείᾳ τελειωθεῖσι συγχώρησον· ὅτι εἶ καί ἡμάρτομεν, ἀλλ’ οὐκ ἀπέστημεν ἀπό σοῦ, οὐδέ διεπετάσαμεν χεῖρας ἡμῶν πρός Θεόν ἀλλότριον· ἀλλά σέ ἔγνωμεν καί σέ ἠγαπήκαμεν, καί εἰς σέ πεπιστεύκαμεν· καί σέ προσκυνοῦμεν τόν ἕνα ἐν Τριάδι Θεόν. Ἐν σοί προσευχόμεθα καί ἐν σοί τάς τῆς σωτηρίας ἀναρτῶμεν ἐλπίδας. Ἐλέησον ἡμᾶς κατά τό μέγα σου ἔλεος, καί σῶσον εἰς τήν ἐπουράνιον καί αἰώνιόν σου βασιλείαν. Ναί δή, Κύριέ μου, οὕτω γενέσθω ταῦτα ἐν ἡμῖν τοῖς ἐλπίζουσιν ἐπί σέ διά τήν πολλήν σου καί ἀνυπέρβλητον ἀγαθότητα, καί διά τήν ἄφατόν σου εὐσπλαγχνίαν καί φιλανθρωπίαν· πρεσβείαις τῆς πανενδόξου, ὑπερευλογημένης καί κεχαριτωμένης, ὑπεραγίας δεσποίνης ἡμῶν Θεοτόκου καί ἀειπαρθένου Μαρίας, τῶν ἐπουρανίων καί νοερῶν δυνάμεων, καί πάντων τῶν ἀπ’ αἰῶνος σοι εὐαρεστησάντων ἁγίων. Ἀμήν.

Read the rest of this entry »

Written by arxontarikion

11/10/2010 at 16:24

Ὕμνος ξς’ (66)

Εἰς τὴν νοητήν κλίμακα

Ἡ τό Θεῖον φῶς, Παρθένε, ἀπαρρήτως συλλαβοῦσα
ἐν ἀχράντῳ Σου νηδύϊ καί ἡμῖν ἀποτεκοῦσα
φώτισόν με, Θεοτόκε, τόν φωτός ἐστερημένον
τόν ἀμαύρωσιν παθόνταν τόν δεινῶς ἐσκοτισμένον.

Σύ γενοῦ μοι ἐν τῷ βίῳ ὥσπερ φάρος ἐν πελάγει,
Σύ κυβέρνησον τό σκάφος ὀλισθαῖνον πρός τενάγη
καί τόν κλύδωνα τόν μέγαν καί τήν ζάλην τῶν παθῶν μου,
Σύ κατεύνασον, Παρθένε, δότειρα τῶν ἀγαθῶν μου. Read the rest of this entry »

Written by arxontarikion

19/09/2010 at 20:17

Εὐχή εἰς πᾶσαν περίστασιν

Πτωχός καὶ πένης αἰνέσουσί σε, Κύριε. Δόξα τῷ Πατρί, δόξα τῷ Υἱῷ, δόξα τῷ ἁγίῳ Πνεύματι, τῷ λαλήσαντι διά τῶν προφητῶν. Ἐλπίς μου ὁ Θεός, καταφυγή μου ὁ Χριστός, σκέπη μου τό Πνεῦμα τό ἅγιον. Στρατιαί ἐν ουρανοῖς ὕμνον ἀναπέμπουσι καὶ ἡμεῖς οἱ ἐπί γῆς τήν δοξολογίαν. Δημιουργέ τῶν ἁπάντων, εἶπας καὶ ἐγενήθημεν, ἐνετείλω καί ἐκτίσθημεν· πρόσταγμα ἔθου καί οὐ παρελεύσεται. Σῶτερ, εὐχαριστοῦμεν. Κύριε τῶν δυνάμεων, ἔπαθες, ἀνέστης, ὤφθης, ἀνελήφθης, ἔρχῃ κρῖναι τόν κόσμον. Ἐν ψυχῇ τεθλιμμένῃ προσπίπτομέν σοι καί δεόμεθά σοι, Σῶτερ τοῦ κόσμου· σύ γάρ εἶ ὁ Θεός τῶν μετανοούντων, ὁ καθήμενος ἐπί τῶν χερουβείμ καί τούς οὐρανούς ἀνοίξας· οἰκτίρησον καί σῶσον ἡμᾶς.

Written by arxontarikion

16/09/2010 at 11:10

Ὕμνος νβ’ (52)

Εἰς τήν κλίμακα τήν Οὐράνιον, τήν Παρθένον

Φωτοφόρος σκηνή, παντευλόγητε,
κιβωτός χρυσαυγής ἀναδέδειξαι
Θεόν Λόγον ἁγνή περιέχουσα
τόν σαρκί καταλύσαντα θάνατον.

Θεοτόκον Σε ἔγνωμεν, Πάναγνε,
καί Μητέρα Θεοῦ Σε κηρύττομεν·
ρῦσαι πάντας πυρός αἰωνίζοντος
καί ἐχθρῶν ἀοράτων, Πανάμωμε.

Τοῦ θανάτου τήν ρύμην διέκοψας
τήν ζωήν συλλαβοῦσα, πανάχραντε,
καί ζωήν ἐδωρήσω τοῖς μέλπουσι,
χαῖρε κόρη ἁγνή ἀειπάρθενε. Read the rest of this entry »

Written by arxontarikion

11/09/2010 at 09:16

Δέησις ἐπί συνοχῇ θλίψεως

Ἐλέησόν με, Κύριε, ἐλέησόν με, εὔσπλαγχνε, ἐλέησόν με τόν ἐλεεινότατον ἁμαρτωλόν, τόν ἀνάξια μέν πράττοντα, ἐπάξια δέ πάσχοντα· τόν συχνά μέν σοι πταίοντα, καθ’ ἡμέραν δέ τάς ἐκ σοῦ μάστιγας ὑφιστάμενον. Ἐάν ἐπισταθμήσω τό πονηρόν, ὅ καθ’ ἑκάστην ἐποίησα, οὐκ ἀντίσταθμον ἐστίν ὅσον ὑπέχω. Βαρύτερον ἐστίν ὅ ἔφρασα, κουφότερον τοῦ ὅπερ ἀνέχομαι. Δίκαιος εἶ, Κύριε, καί εὐθεῖα ἡ κρίσις σου· πάντα τά σά κρίματα καί δίκαια ἐστί καί ἀληθινά. Δίκαιος καί εὐθύς εἶ, Κύριε ὁ Θεός ἡμῶν, καί οὐκ ἐστιν ἀδικία ἐν σοί. Οὐ γάρ ἀδίκως, οὐδ’ ἀνηλεῶς ἡμᾶς καταθλίβεις ἐξαμαρτάνοντας, Κύριε, παντοδύναμε καί πανοικτίρμον, ὅς μηδαμῶς μέν ἡμᾶς ὄντας, πανσθενῶς ἐποίησας, ἀπολωλότας δέ δι’ ἡμετέραν κακίαν, ἐν ἐλέει καί φιλανθρωπίᾳ θαυμαστῶς ἐπανέσωσας. Read the rest of this entry »

Written by arxontarikion

10/09/2010 at 07:35

Eὐχαριστία μετὰ τὴν Θείαν Μετάληψιν

Στίχοι εἰς τὴν εὐχαριστίαν ταύτην προτρεπτικοί.

Ἐπὰν δὲ τύχῃς τῆς καλῆς μετουσίας τῶν ζωοποιῶν μυστικῶν δωρημάτων, ὕμνησον εὐθύς, εὐχαρίστησον μέγα, καὶ τᾶδε θερμῶς ἐκ ψυχῆς Θεῷ λέγε·

Δόξα σοι, ὁ Θεός· δόξα σοι, ὁ Θεός· δόξα σοι, ὁ Θεός.

Καὶ εὐθὺς τὰς ἑπομένας εὐχαριστηρίους Εὐχάς.

Ἀνωνύμου.

Εὐχαριστῶ σοι, Κύριε ὁ Θεός μου, ὅτι οὐκ ἀπώσω με τὸν ἁμαρτωλόν, ἀλλὰ κοινωνόν με γενέσθαι τῶν ἁγιασμάτων σου κατηξίωσας. Εὐχαριστῶ σοι, ὅτι με τὸν ἀνάξιον μεταλαβεῖν τῶν ἀχράντων σου καὶ ἐπουρανίων δωρεῶν κατηξίωσας. Ἀλλὰ, Δέσποτα φιλάνθρωπε, ὁ ὑπὲρ ἡμῶν ἀποθανών τε καὶ ἀναστὰς καὶ χαρισάμενος ἡμῖν τὰ φρικτὰ ταῦτα καὶ ζωοποιά σου Μυστήρια, ἐπ’ εὐεργεσίᾳ καὶ ἁγιασμῷ τῶν ψυχῶν καὶ τῶν σωμάτων ἡμῶν, δὸς γενέσθαι ταῦτα κᾀμοὶ εἰς ἴασιν ψυχῆς τε καὶ σώματος, εἰς ἀποτροπὴν παντὸς ἐναντίου, εἰς φωτισμὸν τῶν ὀφθαλμῶν τῆς καρδίας μου, εἰς εἰρήνην τῶν ψυχικῶν μου δυνάμεων, εἰς πίστιν ἀκαταίσχυντον, εἰς ἀγάπην ἀνυπόκριτον, εἰς πλησμονὴν σοφίας, εἰς περιποίησιν τῶν ἐντολῶν σου, εἰς προσθήκην τῆς θείας σου χάριτος καὶ τῆς σῆς βασιλείας οἰκείωσιν· ἵνα, ἐν τῷ ἁγιασμῷ σου δι’ αὐτῶν φυλαττόμενος, τῆς σῆς χάριτος μνημονεύω διὰ παντὸς καὶ μηκέτι ἐμαυτῷ ζῶ, ἀλλὰ σοὶ τῷ ἡμετέρῳ Δεσπότῃ καὶ εὐεργέτῃ. Καὶ οὕτω τοῦ τῇδε βίου ἀπάρας ἐπ’ ἐλπίδι ζωῆς αἰωνίου, εἰς τὴν ἀΐδιον καταντήσω ἀνάπαυσιν, ἔνθα ὁ τῶν ἑορταζόντων ἦχος ὁ ἀκατάπαυστος καὶ ἡ ἀπέραντος ἡδονὴ τῶν καθορώντων τοῦ σοῦ προσώπου τὸ κάλλος τὸ ἄῤῥητον. Σὺ γὰρ εἶ τὸ ὄντως ἐφετὸν καὶ ἡ ἀνέκφραστος εὐφροσύνη τῶν ἀγαπώντων σε, Χριστὲ ὁ Θεὸς ἡμῶν, καὶ σὲ ὑμνεῖ πᾶσα ἡ κτίσις εἰς τοὺς αἰῶνας. Ἀμήν. Read the rest of this entry »

Written by arxontarikion

05/09/2010 at 20:44

Προσευχὴ τοῦ Ὁσίου Ἐφραίμ τοῦ Σύρου

Κύριε καὶ Δέσποτα τῆς ζωῆς μου, πνεῦμα ἀργίας, περιεργίας, φιλαρχίας καὶ άργολογίας μὴ μοι δῷς.

Πνεῦμα δὲ σωφροσύνης, ταπεινοφροσύνης, ὑπομονῆς καὶ ἀγάπης χἀρισαί μοι τῷ σῷ δούλῳ.

Ναί, Κύριε Βασιλεῦ, δώρησαί μοι τὸ ὁρᾶν τὰ ἐμὰ πταίσματα καὶ μὴ κατακρίνειν τὸν ἀδελφόν μου· ὅτι εὐλογητὸς εἶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Written by arxontarikion

28/08/2010 at 17:04