Posts Tagged ‘Εὐχὲς ὑπέρ ἀναπαύσεως κεκοιμημένων’
Εὐχές ὑπέρ ἀναπαύσεως κεκοιμημένων, 11-20
11. Εὐχή εἰς κεκοιμημένους
Δέσποτα Κύριε ὁ Θεός, ὁ τῇ σοφίᾳ Σου κατασκευάσας αὐτόν καί θέμενος ἐν αὐτῷ πνοήν ζωῆς, καί εἰσαγαγών εἰς τόν κόσμον τοῦτον πολιτεύεσθαι ἐπ’ ἐλπίδι ζωῆς αἰωνίου, ἁμαρτήσαντα δὲ αὐτόν, θανάτου ἐπαγαγών καί διαλύσας, καί ἀποστρέφων, τήν δέ ψυχήν εἰς ἑαυτόν προσκαλούμενος· Αὐτός ἀνάπαυσον τήν ψυχήν τοῦ δούλου Σου (τοῦδε), ἐν τόπῳ φωτεινῷ, ἐν τόπῳ ἀναψύξεως, ἔνθα ἐπισκοπεῖ τὸ φῶς τοῦ προσώπου Σου Κύριε, ἐν κόλποις Ἀβραάμ καί Ἰσαάκ καί Ἰακώβ, μετά πάντων τῶν ἁγίων· καί εἴτι ἐπλημμέλησεν εἰς Σέ, ἐν πράξει ἤ λόγῳ ἤ κατά διάνοιαν, Αὐτός ὡς ἀγαθός καί φιλάνθρωπος Θεός, ἄνες, ἄφες, συγχώρησον, παριδών αὐτοῦ τε καί ἡμῶν τά ἀνομήματα· ἡμῶν δέ τά τέλη τῆς ζωῆς ἀνώδυνα καί ἀκαταίσχυντα καταξίωσον, ὅτε θέλεις καί ὅτε βούλῃ, μόνον ἄνευ αἰσχύνης καί παραπτωμάτων.
Σύ γάρ εἶ ἡ ἀνάστασις τοῦ Σοῦ δούλου καί Σοί τήν δόξαν ἀναπέμπομεν, τῷ Πατρί καί τῷ Υἱῷ καί τῷ Ἁγίῳ Πνεύματι, νῦν καί ἀεί καί εἰς τούς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
12. Εὐχή εἰς κεκοιμημένους
Δέσποτα Κύριε ὁ Θεός, ὁ τῇ σοφίᾳ Σου κατασκευάσας αὐτόν καί θέμενος ἐν αὐτῷ πνοήν ζωῆς, καί εἰσαγαγών εἰς τόν κόσμον τοῦτον πολιτεύεσθαι ἐπ’ ἐλπίδι ζωῆς αἰωνίου, ἁμαρτήσαντα δέ αὐτόν, θανάτου ἐπαγαγών καί διαλύσας, καί τόν μέν ἐκ γῆς εἰς γῆν ἀναλύων, τήν δέ ψυχήν πρός ἑαυτόν προσκαλούμενος· Αὐτός Δέσποτα φιλάνθρωπε πρόσδεξαι τό πνεῦμα τοῦ δούλου Σου (τοῦδε), καί προσαγόμενον πρός τόν ἅγιον θρόνον Σου, πάσης τιμῆς καί ἀνέσεως ἀξίωσον, φυλάσσων εἰς ἀνάστασιν, καί εἴτι ὡς ἄνθρωπος σαρκί ζῶν, λόγῳ ἤ ἔργῳ ἤ ἐν διανοίᾳ ἥμαρτεν, Αὐτός ὡς ἀγαθός καί ἐλεήμων Θεός, ἄνες, ἄφες, συγχώρησον, παριδών αὐτοῦ καί ἡμῶν τά παραπτώματα.
Σύ γάρ εἶ ὁ Θεός οἰκτιρμῶν καί σοί πρέπει πᾶσα δόξα, τιμή καί προσκύνησις, τῷ Πατρί καί τῷ Υἱῷ καί τῷ Ἁγίῳ Πνεύματι, νῦν καί ἀεί καί εἰς τούς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
13. Εὐχή εἰς κεκοιμημένους
Ὁ Θεὸς τῶν πνευμάτων καί πάσης σαρκός, ὁ τῶν ὁρωμένων καὶ τῶν ἀοράτων ποιητής, ὁ κατά τήν ἀπόρρητόν Σου βουλήν ἑνώσας ψυχήν καί σῶμα, καί πάλιν κατά τό θέλημα τῆς Σῆς ἀγαθότητος διαλύων τό πλάσμα Σου, ὅ ἐποίησας, καί τόν μέν χοῦν, τῷ χοΐ ἀναλύων, τό δέ πνεῦμα πρός Αὐτόν προσκαλούμενος, καί κατατάσσων μοναῖς μέχρι τῆς ἀναστάσεως καί ἀποκαλύψεως τοῦ μονογενοῦς Σου Υἱοῦ· Αὐτός, Δέσποτα, ἀντιλαβοῦ τῆς ψυχῆς τοῦ δούλου Σου καί ἀναγαγών αὐτήν ἐκ τοῦ κοσμικοῦ σκότους καί τῆς ἐξουσίας τῶν ἀντικειμένων δυνάμεων ρυσάμενος· κατάταξον ἐν χώρῳ φωτεινῷ, ἐν χώρᾳ ζώντων, ὅθεν ἀπέδρα ὀδύνη, λύπη καί στεναγμός· συγχώρησαι αὐτῷ τά ἁμαρτήματα, συγγνώμην παρασχών τοῖς ἀνθρωπίνοις πλημμελήμασιν, ἐν δέ τῇ χάριτί Σου διαφυλάξας· μνήσθητι καί τῶν συνεληλυθότων τιμῆσαι τό ὁμοιοπαθές, καί λογῆσαι αὐτοῖς τόν κόπον καί τήν σπουδήν εἰς ἔργον δικαιοσύνης καί τῶν πενθούντων καί ἀδημονούντων μνήσθητι Κύριε, καί παρεκάλεσον αὐτῶν τήν καρδίαν, καί παραμυθησάμενος, ἐλέησον αὐτούς καί ἡμᾶς καί σῶσον ἐν τῇ ἐνδόξῳ Σου βασιλείᾳ.
Ὅτι πρέπει Σοί πᾶσα δόξα, τιμή καί κράτος καί μεγαλοπρέπεια, τῷ Πατρί καί τῷ Υἱῷ καί τῷ Ἁγίῳ Πνεύματι, νῦν καί ἀεί καί εἰς τούς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Εὐχές ὑπέρ ἀναπαύσεως κεκοιμημένων, 1-10
1. Εὐχή τῆς Πεντηκοστῆς
Ἐπάκουσον ἡμῶν τῶν ταπεινῶν καί οἰκτρῶν δεομένων σου· καί ἀνάπαυσον τάς ψυχάς τῶν δούλων σου τῶν προκεκοιμένων ἐν φωτεινῷ, ἐν τόπῳ χλοερῷ, ἐν τόπῳ ἀναψύξεως, ἔνθα ἀπέδρα πᾶσα ὀδύνη, λύπη καί στεναγμός, καί κατάταξον τά πνεύματα αὐτῶν ἐν σκηναῖς Δικαίων καί εἰρήνης καί ἀνέσεως ἀξίωσον αὐτούς· ὅτι οὐχ οἱ νεκροί αἰνέσουσί σε, Κύριε, οὐδέ οἱ ἐν Ἅδῃ ἐξομολόγησιν παρρησιάζονται προσφέρειν σοι, ἀλλ’ ἡμεῖς οἱ ζῶντες εὐλογοῦμεν σε καί ἱκετεύομεν καί τάς ἱλαστηρίους εὐχάς καί θυσίας προσάγομέν σοι ὑπέρ τῶν ψυχῶν αὐτῶν.
2. Εὐχή τῆς Πεντηκοστῆς (Μεγάλου Βασιλείου)
Δέξαι οὖν, Δέσποτα, δεήσεις καί ἱκεσίας ἡμετέρας καί ἀνάπαυσον πάντας τούς πατέρας ἐκάστου καί μητέρας καί ἀδελφούς καί ἀδελφάς καί τέκνα καί εἴτι ἄλλο ὁμογενές καί ὁμόφυλον καί πάσας τάς προαναπαυσαμένας ψυχάς ἐπ’ ἐλπίδι ἀναστάσεως ζωῆς αἰωνίου καί κατάταξον τά πνεύματα αὐτῶν καί τά ὀνόματα ἐν βίβλῳ ζωῆς, ἐν κόλποις Ἀβραάμ, Ἰσαάκ καί Ἰακώβ, ἐν χώρᾳ ζώντων, εἰς βασιλείαν οὐρανῶν, ἐν Παραδείσῳ τρυφῆς, διά τῶν φωτεινῶν Ἀγγέλων σου εἰσάγων ἅπαντας εἰς τάς ἁγίας σου μονάς· συνέγειρον καί τά σώματα ἡμῶν ἐν ἡμέρᾳ, ἧ ὥρισας, κατά τάς ἁγίας σου καί ἀψευδεῖς ἐπαγγελίας. Οὐκ ἔστιν οὖν, Κύριε, τοῖς δούλοις σου θάνατος, ἐκδημούντων ἡμῶν ἀπό τοῦ σώματος καί πρός σέ τόν Θεόν ἐνδημούντων, ἀλλά μετάστασις ἀπό τῶν λυπηροτέρων ἐπί τά χρηστότερα καί θυμηδέστερα καί ἀνάπαυσις καί χαρά.
3. Εὐχή Ἁγίου Ἰωάννου Χρυσοστόμου
Ἀνάπαυσον, ἅγιε Δέσποτα, ἐν φωτί ζώντων καί ἐν τῇ κατοικίᾳ τῶν εὐφραινομένων καί τούς ἐμούς γεννήτορας, προγόνους τε καί ἀδελφούς, σούς δέ οἰκέτας εὐγνώμονας· καί πᾶσι τοῖς ἐν εὐσεβείᾳ τελειωθεῖσι συγχώρησον· ὅτι εἶ καί ἡμάρτομεν, ἀλλ’ οὐκ ἀπέστημεν ἀπό σοῦ, οὐδέ διεπετάσαμεν χεῖρας ἡμῶν πρός Θεόν ἀλλότριον· ἀλλά σέ ἔγνωμεν καί σέ ἠγαπήκαμεν, καί εἰς σέ πεπιστεύκαμεν· καί σέ προσκυνοῦμεν τόν ἕνα ἐν Τριάδι Θεόν. Ἐν σοί προσευχόμεθα καί ἐν σοί τάς τῆς σωτηρίας ἀναρτῶμεν ἐλπίδας. Ἐλέησον ἡμᾶς κατά τό μέγα σου ἔλεος, καί σῶσον εἰς τήν ἐπουράνιον καί αἰώνιόν σου βασιλείαν. Ναί δή, Κύριέ μου, οὕτω γενέσθω ταῦτα ἐν ἡμῖν τοῖς ἐλπίζουσιν ἐπί σέ διά τήν πολλήν σου καί ἀνυπέρβλητον ἀγαθότητα, καί διά τήν ἄφατόν σου εὐσπλαγχνίαν καί φιλανθρωπίαν· πρεσβείαις τῆς πανενδόξου, ὑπερευλογημένης καί κεχαριτωμένης, ὑπεραγίας δεσποίνης ἡμῶν Θεοτόκου καί ἀειπαρθένου Μαρίας, τῶν ἐπουρανίων καί νοερῶν δυνάμεων, καί πάντων τῶν ἀπ’ αἰῶνος σοι εὐαρεστησάντων ἁγίων. Ἀμήν.



