Ἀρχονταρίκιον

Ἐπιλεγμένο χριστιανικὸ ὀρθόδοξο ὑλικό.

Posts Tagged ‘Χαιρετισμοί

Οἱ Χαιρετισμοὶ τῆς Θεοτόκου

Ἀπολυτίκιον. Ἦχος πλ. δ’.

Τὸ προσταχθὲν μυστικῶς λαβὼν ἐν γνώσει, ἐν τῇ σκηνῇ τοῦ Ἰωσὴφ σπουδῇ ἐπέστη, ὁ ἀσώματος λέγων τῇ ἀπειρογάμῳ· Ὁ κλίνας τῇ καταβάσει τοὺς οὐρανούς, χωρεῖται ἀναλλοιώτος ὅλος ἐν σοί· ὃν καὶ βλέπων ἐν μήτρᾳ σου, λαβόντα δούλου μορφήν, ἐξίσταμαι κραυγάζων σοι· χαῖρε, Νύμφη ἀνύμφευτε.

Ἄγγελος πρωτοστάτης, οὐρανόθεν ἐπέμφθη, εἰπεῖν τῇ Θεοτόκῳ τὸ χαῖρε· (τρίς) καὶ σὺν τῇ ἀσωμάτῳ φωνῇ, σωματούμενόν σε θεωρῶν Κύριε, ἐξίστατο καὶ ἵστατο, κραυγάζων πρὸς αὐτὴν τοιαῦτα·

Χαῖρε, δι’ ἧς ἡ χαρὰ ἐκλάμψει·
χαῖρε, δι’ ἧς ἡ ἀρὰ ἐκλείψει.

Χαῖρε, τοῦ πεσόντος Ἀδὰμ ἡ ἀνάκλησις·
χαῖρε, τῶν δακρύων τῆς Εὔας ἡ λύτρωσις.

Χαῖρε, ὕψος δυσανάβατον ἀνθρωπίνοις λογισμοῖς·
χαῖρε, βάθος δυσθεώρητον καὶ ἀγγέλων ὀφθαλμοῖς.

Χαῖρε, ὅτι ὑπάρχεις Βασιλέως καθέδρα·
χαῖρε, ὅτι βαστάζεις τὸν βαστάζοντα πάντα.

Χαῖρε, ἀστὴρ ἐμφαίνων τὸν ἥλιον·
χαῖρε, γαστὴρ ἐνθέου σαρκώσεως.

Χαῖρε, δι’ ἧς νεουργεῖται ἡ κτίσις·
χαῖρε, δι’ ἧς βρεφουργεῖται ὁ Κτίστης.

Χαῖρε, Νύμφη ἀνύμφευτε.

Βλέπουσα ἡ ἁγία, ἑαυτὴν ἐν ἁγνείᾳ, φησὶ τῷ Γαβριὴλ θαρσαλέως· Τὸ παράδοξόν σου τῆς φωνῆς, δυσπαράδεκτόν μου τῇ ψυχῇ φαίνεται· ἀσπόρου γὰρ συλλήψεως, τὴν κύησιν πῶς λέγεις κράζων·

Ἀλληλούϊα. Read the rest of this entry »

Written by arxontarikion

23/09/2010 at 13:20

Οἱ Χαιρετισμοί εἰς τόν Τίμιον Σταυρόν

Τούς Χαιρετισμούς μποροῦμε νά τούς διαβάζουμε κάθε Παρασκευή, ἡμέρα ἀφιερωμένη στό Σταυρό, τήν Κυριακή τῆς Σταυροπροσκυνήσεως, στήν ἑορτή τῆς παγκοσμίου Ὑψώσεως τοῦ Τιμίου Σταυροῦ (14 Σεπτεμβρίου) καί τήν Μεγάλη Παρασκευή.

Κοντάκιον.

Ἦχος πλ. δ’. Τῇ ὑπερμάχῳ.

Ὦ τρισμακάριστε Σταυρέ καί πανσεβάσμιε, σέ προσκυνοῦμεν οἱ πιστοί καί μεγαλύνομεν, ἀγαλλόμενοι τῇ θείᾳ σου ἀνυψώσει. Ἀλλ’ ὡς τρόπαιον καί ὅπλον ἀπροσμάχητον, περιφρούρει τε καί σκέπε τῇ σῇ χάριτι, τούς σοί κράζοντας· χαῖρε, Ξύλον μακάριον.

Οἱ ΚΔ’ (24) Οἶκοι

Ἄγγελοι οὐρανόθεν ἀοράτως κυκλοῦσι, Σταυρόν τόν ζωηφόρον ἐν φόβῳ (τρίς) καί φωτοπάροχον χάριν λαμπρῶς παρεχόμενον, νῦν τοῖς πιστοῖς βλέποντες, ἐξίστανται καί ἵστανται βοῶντες πρός αὐτόν τοιαῦτα·

Χαῖρε Σταυρέ, οἰκουμένης φύλαξ·
χαῖρε, ἡ δόξα τῆς Ἐκκλησίας.

Χαῖρε, ὁ πηγάζων ἀφθόνως ἰάματα·
χαῖρε, ὁ φωτίζων τοῦ κόσμου τά πέρατα.

Χαῖρε, ξύλον ζωομύριστον, καί θαυμάτων θησαυρέ·
χαῖρε, συνθετοτρισόλβιε, καί χαρίτων παροχεῦ.

Χαῖρε, ὅτι ὑπάρχεις ὑποπόδιον θεῖον·
χαῖρε, ὅτι ἐτέθης εἰς προσκύνησιν πάντων.

Χαῖρε κρατήρ τοῦ νέκταρος ἔμπλεως·
χαῖρε, λαμπτήρ τῆς ἄνω λαμπρότητος.

Χαῖρε, δι’ οὗ εὐλογεῖται ἡ κτίσις·
χαῖρε, δι’ οὗ προσκυνεῖται ὁ Κτίστης.

Χαῖρε, Ξύλον μακάριον. Read the rest of this entry »

Written by arxontarikion

10/09/2010 at 19:48