Posts Tagged ‘Ἀρχιμ. Παῦλος Κ. Ντανᾶς’
Εὐχές ὑπέρ ἀναπαύσεως κεκοιμημένων, 11-20
11. Εὐχή εἰς κεκοιμημένους
Δέσποτα Κύριε ὁ Θεός, ὁ τῇ σοφίᾳ Σου κατασκευάσας αὐτόν καί θέμενος ἐν αὐτῷ πνοήν ζωῆς, καί εἰσαγαγών εἰς τόν κόσμον τοῦτον πολιτεύεσθαι ἐπ’ ἐλπίδι ζωῆς αἰωνίου, ἁμαρτήσαντα δὲ αὐτόν, θανάτου ἐπαγαγών καί διαλύσας, καί ἀποστρέφων, τήν δέ ψυχήν εἰς ἑαυτόν προσκαλούμενος· Αὐτός ἀνάπαυσον τήν ψυχήν τοῦ δούλου Σου (τοῦδε), ἐν τόπῳ φωτεινῷ, ἐν τόπῳ ἀναψύξεως, ἔνθα ἐπισκοπεῖ τὸ φῶς τοῦ προσώπου Σου Κύριε, ἐν κόλποις Ἀβραάμ καί Ἰσαάκ καί Ἰακώβ, μετά πάντων τῶν ἁγίων· καί εἴτι ἐπλημμέλησεν εἰς Σέ, ἐν πράξει ἤ λόγῳ ἤ κατά διάνοιαν, Αὐτός ὡς ἀγαθός καί φιλάνθρωπος Θεός, ἄνες, ἄφες, συγχώρησον, παριδών αὐτοῦ τε καί ἡμῶν τά ἀνομήματα· ἡμῶν δέ τά τέλη τῆς ζωῆς ἀνώδυνα καί ἀκαταίσχυντα καταξίωσον, ὅτε θέλεις καί ὅτε βούλῃ, μόνον ἄνευ αἰσχύνης καί παραπτωμάτων.
Σύ γάρ εἶ ἡ ἀνάστασις τοῦ Σοῦ δούλου καί Σοί τήν δόξαν ἀναπέμπομεν, τῷ Πατρί καί τῷ Υἱῷ καί τῷ Ἁγίῳ Πνεύματι, νῦν καί ἀεί καί εἰς τούς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
12. Εὐχή εἰς κεκοιμημένους
Δέσποτα Κύριε ὁ Θεός, ὁ τῇ σοφίᾳ Σου κατασκευάσας αὐτόν καί θέμενος ἐν αὐτῷ πνοήν ζωῆς, καί εἰσαγαγών εἰς τόν κόσμον τοῦτον πολιτεύεσθαι ἐπ’ ἐλπίδι ζωῆς αἰωνίου, ἁμαρτήσαντα δέ αὐτόν, θανάτου ἐπαγαγών καί διαλύσας, καί τόν μέν ἐκ γῆς εἰς γῆν ἀναλύων, τήν δέ ψυχήν πρός ἑαυτόν προσκαλούμενος· Αὐτός Δέσποτα φιλάνθρωπε πρόσδεξαι τό πνεῦμα τοῦ δούλου Σου (τοῦδε), καί προσαγόμενον πρός τόν ἅγιον θρόνον Σου, πάσης τιμῆς καί ἀνέσεως ἀξίωσον, φυλάσσων εἰς ἀνάστασιν, καί εἴτι ὡς ἄνθρωπος σαρκί ζῶν, λόγῳ ἤ ἔργῳ ἤ ἐν διανοίᾳ ἥμαρτεν, Αὐτός ὡς ἀγαθός καί ἐλεήμων Θεός, ἄνες, ἄφες, συγχώρησον, παριδών αὐτοῦ καί ἡμῶν τά παραπτώματα.
Σύ γάρ εἶ ὁ Θεός οἰκτιρμῶν καί σοί πρέπει πᾶσα δόξα, τιμή καί προσκύνησις, τῷ Πατρί καί τῷ Υἱῷ καί τῷ Ἁγίῳ Πνεύματι, νῦν καί ἀεί καί εἰς τούς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
13. Εὐχή εἰς κεκοιμημένους
Ὁ Θεὸς τῶν πνευμάτων καί πάσης σαρκός, ὁ τῶν ὁρωμένων καὶ τῶν ἀοράτων ποιητής, ὁ κατά τήν ἀπόρρητόν Σου βουλήν ἑνώσας ψυχήν καί σῶμα, καί πάλιν κατά τό θέλημα τῆς Σῆς ἀγαθότητος διαλύων τό πλάσμα Σου, ὅ ἐποίησας, καί τόν μέν χοῦν, τῷ χοΐ ἀναλύων, τό δέ πνεῦμα πρός Αὐτόν προσκαλούμενος, καί κατατάσσων μοναῖς μέχρι τῆς ἀναστάσεως καί ἀποκαλύψεως τοῦ μονογενοῦς Σου Υἱοῦ· Αὐτός, Δέσποτα, ἀντιλαβοῦ τῆς ψυχῆς τοῦ δούλου Σου καί ἀναγαγών αὐτήν ἐκ τοῦ κοσμικοῦ σκότους καί τῆς ἐξουσίας τῶν ἀντικειμένων δυνάμεων ρυσάμενος· κατάταξον ἐν χώρῳ φωτεινῷ, ἐν χώρᾳ ζώντων, ὅθεν ἀπέδρα ὀδύνη, λύπη καί στεναγμός· συγχώρησαι αὐτῷ τά ἁμαρτήματα, συγγνώμην παρασχών τοῖς ἀνθρωπίνοις πλημμελήμασιν, ἐν δέ τῇ χάριτί Σου διαφυλάξας· μνήσθητι καί τῶν συνεληλυθότων τιμῆσαι τό ὁμοιοπαθές, καί λογῆσαι αὐτοῖς τόν κόπον καί τήν σπουδήν εἰς ἔργον δικαιοσύνης καί τῶν πενθούντων καί ἀδημονούντων μνήσθητι Κύριε, καί παρεκάλεσον αὐτῶν τήν καρδίαν, καί παραμυθησάμενος, ἐλέησον αὐτούς καί ἡμᾶς καί σῶσον ἐν τῇ ἐνδόξῳ Σου βασιλείᾳ.
Ὅτι πρέπει Σοί πᾶσα δόξα, τιμή καί κράτος καί μεγαλοπρέπεια, τῷ Πατρί καί τῷ Υἱῷ καί τῷ Ἁγίῳ Πνεύματι, νῦν καί ἀεί καί εἰς τούς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Ἀναστάσιμα εὐλογητάρια
Ἦχος πλ. α’.
Εὐλογητός εἶ, Κύριε, δίδαξόν με τά δικαιώματά σου.
Τῶν Ἀγγέλων ὁ δῆμος, κατεπλάγη ὁρῶν σε, ἐν νεκροῖς λογισθέντα, τοῦ θανάτου δέ Σωτήρ, τήν ἰσχύν καθελόντα, καί σύν αὐτῷ τόν Ἀδάμ ἐγείραντα, καί ἐξ ᾍδου πάντας ἐλευθερώσαντα.
Εὐλογητός εἶ, Κύριε, δίδαξόν με τά δικαιώματά σου.
Τί τά μύρα, συμπαθῶς τοῖς δάκρυσιν, ὦ Μαθήτριαι κιρνᾶτε; Ὁ ἀστράπτων ἐν τῷ τάφῳ Ἄγγελος, προσεφθέγγετο ταῖς Μυροφόροις· Ἴδετε ὑμεῖς τόν τάφον καί ᾔσθετε· ὁ Σωτήρ γάρ ἐξανέστη τοῦ μνήματος.
Εὐλογητός εἶ, Κύριε, δίδαξόν με τά δικαιώματά σου.
Λίαν πρωΐ, Μυροφόροι ἔδραμον, πρός τό μνῆμά σου θρηνολογοῦσαι· ἀλλ’ ἐπέστη, πρός αὐτάς ὁ Ἄγγελος, καί εἶπε· Θρήνου ὁ καιρός πέπαυται, μή κλαίετε· τήν Ἀνάστασιν δέ, Ἀποστόλοις εἴπατε.
Εὐλογητός εἶ, Κύριε, δίδαξόν με τά δικαιώματά σου.
Μυροφόροι γυναῖκες, μετά μύρων ἐλθοῦσαι, πρός τό μνῆμα σου, Σῶτερ, ἐνηχοῦντο. Ἀγγέλου τρανῶς, πρός αὐτάς φθεγγομένου· Τί μετά νεκρῶν, τόν ζῶντα λογίζεσθε; Ὡς Θεός γάρ, ἐξανέστη τοῦ μνήματος.
Δόξα. Τριαδικόν.
Προσκυνοῦμεν Πατέρα, καί τόν τούτου Υἱόν τε, καί τό Ἅγιον Πνεῦμα· τήν Ἁγίαν Τριάδα, ἐν μιᾷ τῇ οὐσίᾳ, σύν τοῖς Σεραφείμ, κράζοντες τό· Ἅγιος, Ἅγιος, Ἅγιος εἶ, Κύριε.
Καί νῦν. Θεοτοκίον.
Ζωοδότην τεκοῦσα, ἐλυτρώσω Παρθένε, τόν Ἀδάμ ἁμαρτίας, χαρμονήν δέ τῇ Εὔᾳ, ἀντί λύπης παρέσχες· ρεύσαντα ζωῆς, ἴθυνε πρός ταύτην δέ, ὁ ἐκ τοῦ σαρκωθείς Θεός καί ἄνθρωπος.
Ἀλληλούϊα, Ἀλληλούϊα, Ἀλληλούϊα,
Δόξα σοι ὁ Θεός (ἐκ γ’).
Πασχάλιος Ἡμερονύκτιος Ἀκολουθία
Τήν Διακαινήσιμη ἑβδομάδα, καθώς καί κατά τήν ἡμέρα τῆς Ἀποδόσεως τοῦ Πάσχα, ἡ Ἐκκλησία μας ἀντί τῆς ἀκολουθίας τοῦ Μεσονυκτικοῦ, τῶν Ὡρῶν καί τοῦ Ἀποδείπνου, χρησιμοποιεῖ μιά σύντομη Πασχαλινή Ἀκολουθία·
Εἰς τό ὄνομα τοῦ Πατρός καί τοῦ Υἱοῦ καί τοῦ Ἁγίου Πνεύματος. Ἀμήν.
Χριστός ἀνέστη ἐκ νεκρῶν, θανάτῳ θάνατον πατήσας, καἰ τοῖς ἐν τοῖς μνήμασι, ζωήν χαρισάμενος (τρίς).
Ἀνάστασιν Χριστοῦ θεασάμενοι, προσκυνήσωμεν ἅγιον Κύριον Ἰησοῦν, τὸν μόνον ἀναμάρτητον. Τόν Σταυρόν σου Χριστέ προσκυνοῦμεν, καί τήν ἁγίαν σου Ἀνάστασιν, ὑμνοῦμεν καί δοξάζομεν· σύ γάρ εἶ Θεός ἡμῶν, ἐκτός σου ἄλλον οὐκ οἴδαμεν, τό ὄνομά σου ὀνομάζομεν. Δεῦτε πάντες οἱ πιστοί προσκυνήσωμεν τήν τοῦ Χριστοῦ ἁγίαν Ἀνάστασιν· ἰδού γάρ ἦλθε διά τοῦ Σταυροῦ, χαρά ἐν ὅλῳ τῷ κόσμῳ. Διά παντός εὐλογοῦντες τόν Κύριον, ὑμνοῦμεν τήν Ἀνάστασιν αὐτοῦ. Σταυρόν γάρ ὑπομείνας δι’ ἡμᾶς, θανάτῳ θάνατον ὤλεσεν (τρίς).
Προλαβοῦσαι τόν ὄρθρον αἱ περί Μαριάμ, καί εὑροῦσαι τόν λίθον, ἀποκυλισθέντα τοῦ μνήματος, ἤκουον ἐκ τοῦ Ἀγγέλου· Τόν ἐν φωτί ἀϊδίῳ ὑπάρχοντα, μετά νεκρῶν τί ζητεῖτε ὡς ἄνθρωπον; βλέπετε τά ἐντάφια σπάργανα· δράμετε καί τῷ κόσμῳ κηρύξατε, ὡς ἠγέρθη ὁ Κύριος, θανατώσας τόν θάνατον, ὅτι ὑπάρχει Θεοῦ Υἱός, τοῦ σῴζοντος τό γένος τῶν ἀνθρώπων.
Εἰ καί ἐν τάφῳ κατῆλθες Ἀθάνατε, ἀλλά τοῦ Ἅδου καθεῖλες τήν δύναμιν· καί ἀνέστης ὡς νικητής, Χριστέ ὁ Θεός, γυναιξί Μυροφόροις φθεγξάμενος· Χαίρετε· καί τοῖς σοῖς Ἀποστόλοις, εἰρήνην δωρούμενος, ὁ τοῖς πεσοῦσι παρέχων Ἀνάστασιν.
Ἐν τάφῳ σωματικῶς, ἐν Ἅδου δέ μετά ψυχῆς, ὡς Θεός, ἐν Παραδείσῳ δέ μετά Ληστοῦ, καί ἐν θρόνῳ ὑπῆρχες, Χριστέ, μετά Πατρός καί Πνεύματος, πάντα πληρῶν ὁ ἀπερίγραπτος.
Δόξα.
Ὡς ζωηφόρος, ὡς Παραδείσου ὡραιότερος, ὄντως καί παστάδος πάσης βασιλικῆς, ἀναδέδεικται λαμπρότερος, Χριστέ, ὁ τάφος σου, ἡ πηγή τῆς ἡμῶν ἀναστάσεως.
Καί νῦν.
Τό τοῦ Ὑψίστου, ἡγιασμένον θεῖον σκήνωμα, χαῖρε· διά σοῦ γάρ δέδοτε ἡ χαρά, Θεοτόκε, τοῖς κραυγάζουσιν· Εὐλογημένη σύ, ἐν γυναιξίν ὑπάρχεις, πανάμωμε Δέσποινα.
Κύριε ἐλέησον (μ’). Δόξα. Καί νῦν.
Τήν τιμιωτέραν τῶν Χερουβείμ, καί ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τήν ἀδιαφθόρως Θεόν Λόγον τεκοῦσαν, τήν ὄντως Θεοτόκον σέ μεγαλύνομεν.
Δι’ εὐχῶν τῶν ἁγίων Πατέρων ἡμῶν, Κύριε Ἰησοῦ Χριστέ ὁ Θεός, ἐλέησον καί σῶσον ἡμᾶς. Ἀμήν.
Ἡ ἀνωτέρω ἀκολουθία κανονικά ἐπαναλαμβάνεται τρεῖς φορές. Κατά τήν ὥρα τοῦ Ἀποδείπνου, μετά τήν τρίτη ἐπανάληψη, διαβάζουμε καί τήν ἐπόμενη εὐχή.
Εὐχή τοῦ Μεγάλου Βασιλείου.
Εὐλογητός εἶ, Δέσποτα παντοκράτορ, ὁ φωτίσας τήν ἡμέραν τῷ φωτί τῷ ἡλιακῷ καί τήν νύκτα φαιδρύνας ταῖς αὐγαῖς τοῦ πυρός· ὁ τό μῆκος τῆς ἡμέρας διελθεῖν ἡμᾶς καταξιώσας καί προσεγγίσαι ταῖς ἀρχαῖς τῆς νυκτός. Ἐπάκουσον τῆς δεήσεως ἡμῶν καί παντός τοῦ λαοῦ σου· καί πᾶσιν ἡμῖν συγχωρήσας τά ἑκούσια καί τά ἀκούσια ἁμαρτήματα, πρόσδεξαι τάς ἑσπερινάς ἡμῶν ἱκεσίας, καί κατάπεμψον τό πλῆθος τοῦ ἐλέους σου καί τῶν οἰκτιρμῶν σου ἐπί τήν κληρονομίαν σου. Τείχισον ἡμᾶς ἁγίοις ἀγγέλοις σου. Ὅπλισον ἡμᾶς ὅπλοις δικαιοσύνης σου. Περιχαράκωσον ἡμᾶς τῇ ἀληθείᾳ σου. Φρούρησον ἡμᾶς τῇ δυνάμει σου. Ρῦσαι ἡμᾶς ἐκ πάσης περιστάσεως, καί πάσης ἐπιβουλῆς τοῦ ἀντικειμένου. Παράσχου δέ ἡμῖν καί τήν παροῦσαν ἑσπέραν, σύν τῇ ἐπερχομένῃ νυκτί, τελείαν, ἁγίαν, εἰρηνικήν, ἀναμάρτητον, ἀσκανδάλιστον, ἀφάνταστον, καί πάσας τάς ἡμέρας τῆς ζωῆς ἡμῶν· πρεσβείαις τῆς ἁγίας Θεοτόκου καί πάντων τῶν ἁγίων, τῶν ἀπ’ αἰῶνός σου εὐαρεστησάντων. Ἀμήν.
Χριστός ἀνέστη (ἐκ γ’).
Προσευχητάριον ὑπέρ τῶν κεκοιμημένων
Ἀρχιμ. Παῦλος Κ. Ντανᾶς
Ἐκδόσεις «Ἄθως»
Ἀθήνα 2005
Εὐχή στήν Ἐθνική Ἑορτή τῆς 25ης Μαρτίου
Κύριε ὁ Θεός ἡμῶν, ὁ τά σύμπαντα τῷ σῷ κράτει συνέχων καὶ τῇ θείᾳ σου καί πανσθενεῖ βουλῇ κυβερνῶν τόν κόσμον· ὁ ποιήσας ἐξ ἑνός αἵματος πᾶν ἔθνος ἀνθρώπων κατοικεῖν ἐπί πᾶν τό πρόσωπον τῆς γῆς, ἑκάστῳ δέ αὐτῶν ὁρίσας τάς ὁροθεσίας τῆς κατοικίας αὐτῶν· ὁ καί τό εὐσεβές ἡμῶν ἔθνος ἐξαιρέτως εὐεργετήσας, τήν ἐπίγνωσιν τῆς σῆς ἀληθείας αὐτῷ χαρισάμενος, πρός τό φῶς τῆς ὀρθοδόξου πίστεως καθοδηγήσας καί μεγάλους ἐξ αὐτοῦ τῇ Ἐκκλησίᾳ Πατέρας καί Διδασκάλους ἀναδείξας· ἐλεύθερον μέν αὐτό ἐπί αἰῶνας διατηρήσας, δουλωθέν δέ στηρίξας καί διασώσας, καί εἰς ἐλεύθερον αὖθις βίον ἐξαναστήσας· Αὐτός πανάγιε Δέσποτα, ἐπί τῇ ἀπελευθερώσει καί παλιγγενεσίᾳ τοῦ ἡμετέρου Ἔθνους, τάς εὐχαριστηρίους ἡμῶν ταύτας δέξαι προσευχάς καί ἐπάκουσον ἡμῶν ἐν πίστει δεομένων σου ἐκτενῶς. Τάς ψυχάς τῶν ὑπέρ τῆς Πίστεως καί τῆς Πατρίδος ἡμῶν εὐκλεῶς ἀγωνισαμένων καί ἡρωϊκῶς πεσόντων ἢ μαχαίρᾳ καί ἀγχόνῃ ἀναιρεθέντων ἢ ἐν αἰχμαλωσίᾳ καί κακουχίᾳ ἀποθανόντων πατέρων καί ἀδελφῶν ἡμῶν μετά τῶν ἀπ’ αἰῶνός σοι εὐαρεστησάντων ἀνάπαυσον· ἡμᾶς δέ πάντας, ὁ ὑπερασπιστής τῶν σωτηρίων ἡμῶν, ἀξίους τῆς ἐλευθερίας ἀνάδειξον καί ἐν εἰρήνῃ διαφύλαξον· πᾶσαν Ἀρχὴν καὶ Ἐξουσίαν ἐν τῷ Κράτει ἐν εἰρήνῃ καί ὁμονοίᾳ διατήρησον, εὐστάθειαν τῇ Ἐκκλησία καί τῇ Πολιτείᾳ δωρούμενος. Σύ γάρ εἶ ὁ ἄρχων τῆς εἰρήνης καί σωτήρ τῶν ψυχῶν ἡμῶν καί σοί τήν δόξαν ἀναπέμπομεν, τῷ Πατρί καί τῷ Υἱῷ καί τῷ Ἁγίῳ Πνεύματι, νῦν καί ἀεί καί εἰς τούς αἰῶνας τῶν αἰώνων.
Προσευχητάριον ὑπέρ τῶν κεκοιμημένων
Ἀρχιμ. Παῦλος Κ. Ντανᾶς
Ἐκδόσεις «Ἄθως»
Ἀθήνα 2005



