Posts Tagged ‘Ἅγιος Νεκτάριος Πενταπόλεως’
Κατανομὴ τῶν Ψαλμῶν καθ’ ὕλην
Ψαλμοὶ πρὸς προσευχήν.
α’) Αἵτησις παρὰ τοῦ Θεοῦ ἀφέσεως ἁμαρτιῶν, ψαλμ. 6, 24, 34, 50, 129.
β’) Ἐν καταστάσει μετανοίας περὶ πραχθεισῶν ἁμαρτιῶν, ψαλμ. 5, 31, 37, 50, 129, 142.
γ’) Ἐν παραμελήσει θρησκευτικῶν καθηκόντων, ψαλμ. 42, 43, 63, 84.
δ’) Ἐν καταστάσει βαρυθυμίας, θλίψεως, κατηφείας, μελαγχολίας, ψαλμ. 12, 21, 68, 76, 87, 142.
ε’) Αἵτησις βοηθείας παρὰ τοῦ Θεοῦ ἐν περιστάσεσι, ψαλμ. 7, 16, 25, 34.
ς’) Ἔκφρασις ἐλπίδος πρὸς τὸν Θεὸν ἐν περιπτώσει δεινῶν περιπετειῶν καὶ θλίψεων, ψαλμ. 3, 15, 26, 30, 53, 55, 56, 60, 61, 70, 85.
ζ’) Ἐν θλίψει ἕνεκα διωγμῶν, ψαλμ. 43, 59, 73, 78, 79, 82, 88, 93, 101, 122, 136.
η’) Ἐν καταστάσει στενοχωρίας καὶ ἀδημονίας, ψαλμ. 2, 5, 10, 27, 40, 54, 58, 63, 78, 109, 119, 139, 140, 141.
θ’) Δοξολογία, ἐπίκλησις καὶ προβολὴ μεσιτείας, ψαλμ. 19, 66, 121, 131, 143.
Ὕμνος ξς’ (66)
Εἰς τὴν νοητήν κλίμακα
Ἡ τό Θεῖον φῶς, Παρθένε, ἀπαρρήτως συλλαβοῦσα
ἐν ἀχράντῳ Σου νηδύϊ καί ἡμῖν ἀποτεκοῦσα
φώτισόν με, Θεοτόκε, τόν φωτός ἐστερημένον
τόν ἀμαύρωσιν παθόνταν τόν δεινῶς ἐσκοτισμένον.
Σύ γενοῦ μοι ἐν τῷ βίῳ ὥσπερ φάρος ἐν πελάγει,
Σύ κυβέρνησον τό σκάφος ὀλισθαῖνον πρός τενάγη
καί τόν κλύδωνα τόν μέγαν καί τήν ζάλην τῶν παθῶν μου,
Σύ κατεύνασον, Παρθένε, δότειρα τῶν ἀγαθῶν μου. Read the rest of this entry »
Ὕμνος νβ’ (52)
Εἰς τήν κλίμακα τήν Οὐράνιον, τήν Παρθένον
Φωτοφόρος σκηνή, παντευλόγητε,
κιβωτός χρυσαυγής ἀναδέδειξαι
Θεόν Λόγον ἁγνή περιέχουσα
τόν σαρκί καταλύσαντα θάνατον.
Θεοτόκον Σε ἔγνωμεν, Πάναγνε,
καί Μητέρα Θεοῦ Σε κηρύττομεν·
ρῦσαι πάντας πυρός αἰωνίζοντος
καί ἐχθρῶν ἀοράτων, Πανάμωμε.
Τοῦ θανάτου τήν ρύμην διέκοψας
τήν ζωήν συλλαβοῦσα, πανάχραντε,
καί ζωήν ἐδωρήσω τοῖς μέλπουσι,
χαῖρε κόρη ἁγνή ἀειπάρθενε. Read the rest of this entry »



