Ἀρχονταρίκιον

Ἐπιλεγμένο χριστιανικὸ ὀρθόδοξο ὑλικό.

Posts Tagged ‘Ὑπεραγία Θεοτόκος

Κανὼν παρακλητικὸς εἰς τὴν Ὑπεραγίαν Θεοτόκον «Ἄξιον ἐστίν»

Εὐλογήσαντος τοῦ Ἱερέως, τὸ Κύριε εἰσάκουσον, μεθ’ ὃ τὸ Θεὸς Κύριος ὡς συνήθως καὶ τὸ ἑξῆς:

Ἦχος δ’. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.

Ἀπ’ οὐρανοῦ ξένῃ μορφῇ ὡς ἐπέστη, ὁ Γαβριὴλ τῶν ἀσωμάτων ὁ ἄρχων, τῇ σῇ Εἰκόνι ἔστη  καὶ ἐβόησεν· Ἄξιον ἐστὶν Ἁγνή, ἀνυμνεῖν καὶ δοξάζειν, ὡς ἀειμακάριστον, τοῦ Θεοῦ σε Μητέρα. Ἀλλ’ ὦ Παρθένε Δέσποινα ἡμᾶς, τῇ κραταιᾷ σου, πρεσβείᾳ περίεπε.

Δόξα. Καὶ νῦν. Ὅμοιον.

Καθάπερ γέρας καὶ διάδημα θεῖον, ὁ περιώνυμος ναὸς τοῦ Πρωτάτου, τὴν σὴν Εἰκόνα κεκτημένος γάννυται, ἅπας δὲ ὁ κλῆρός σου ταύτῃ πίστει προστρέχει, Ἄξιόν ἐστι βοῶν, ἀνυμνεῖν καὶ δοξάζειν, σὲ τοῦ Θεοῦ Μητέρα τὴν Ἁγνήν, τὴν ρυομένην ἡμᾶς πάσης θλίψεως.

Ὁ Ν’ καὶ ὁ κανὼν οὗ ἡ ἀκροστιχίς:
«Ἄξιον ἐστὶν ὑμνεῖν σε Κόρη. Γερασίμου».

Ὠδὴ α’. Ἦχος πλ. δ’. Ὑγρὰν διοδεύσας.

Ἀφ’ ὕψους ἐπέστη ὁ Γαβριήλ, Μοναχοῦ ἐν εἴδει, καὶ ἐβόα πανευλαβῶς· Ἄξιόν ἐστί σε μακαρίζειν, ὡς τοῦ Σωτῆρος Μητέρα πανάφθορον.

Ξενίσας τῷ ὕμνῳ σου τῷ καινῷ, νυκτὶ ὡς ἐπέστη, τὸν μονάζοντα ὁ φανείς, οὕτω πρέπον ἔλεγε δοξάζειν, καὶ ἀνυμνεῖν τὴν Ἁγνὴν Θεομήτορα.

Ἰσχὺν καὶ παράκλησιν ἀληθῆ, λαμβάνομεν Κόρη, ἐξ Εἰκόνος σου τῆς σεπτῆς, Ἄξιόν ἐστι τῆς καλουμένης, καὶ χορηγούσης, ἡμῖν χάριν ἄφθονον.

Ὁλόφωτον σκήνωμα τοῦ Θεοῦ, Ἁγνὴ Θεοτόκε, τὸν σὸν κλῆρον τὸν εὐαγῆ, Ἄθω τὸ περίοπτόν σου Ὄρος, πάσης ἀνάγκης καὶ βλάβης ἀπάλλαττε.

Read the rest of this entry »

Written by arxontarikion

28/03/2011 at 00:23