Posts Tagged ‘28η Ὀκτωβρίου’
Εὐχή στήν Ἐθνική Ἑορτή τῆς 28ης Ὀκτωβρίου – Β’
Εὐχαριστοῦμέν σοι, Κύριε ὁ Θεός ἡμῶν, ὅτι τῇ σῇ ἀγαθότητι ἐπί τήν εὔσημον ταύτην ἡμέραν ἤγαγες ἡμᾶς ἀναμέλψαι σοι ᾠδήν ἐπινίκιον τῷ σωτῆρι ἡμῶν. Ἰδού γάρ οἱ ἄρχοντες ἡμῶν συνήχθησαν ἐπί τό αὐτό καί πᾶσα συναγωγή λαοῦ ἀνάμνησιν ἐπιτελοῦμεν ἔργου θαυμαστοῦ καὶ μεγάλου, ὅ ἡ δεξιά σου εἰργάσατο ἐν ταῖς ἡμέραις ἡμῶν. Λαός γάρ πόρρωθεν ἰταμός καί ἀνελέητος ἀνέβη ὡς λέων ἐκ τῆς μάνδρας αὐτοῦ, ἐξῆρε καί ἐξῆλθεν ἐκ τοῦ τόπου αὐτοῦ ἐξολοθρεύων ἔθνη, τιθείς τήν γῆν εἰς ἐρήμωσιν καί πόλεις καθαιρῶν παρά τό μή κατοικεῖσθαι αὐτάς. Ἐσαλεύθη καί ἔντρομος ἐγενήθη ἡ γῆ. Οἱ κατοικοῦντες αὐτήν εἶδον τά ὄρη, καί ἦν τρέμοντα, καί πάσας τάς θαλάσσας ταρασσομένας, τόν οὐρανόν φλεγόμενον καί πάσας τάς πόλεις ἐμπεπυρισμένας, καί εἰσέδυσαν εἰς τά σπήλαια καί ἐκρύβησαν εἰς τάς τάφρους. Καί ἦκεν ἐφ’ ἡμᾶς τό ἔθνος τό ὁπλομάχον καί εἶπον ἡμῖν· Κύψατε, ἵνα παρέλθωμεν. Ὁ δέ λαός σου ἀνέστη καί ἐν τῷ ὀνόματί σου ἠμύνατο αὐτούς καί ἐδίωξεν ὀπίσω αὐτῶν, καί ἐδίωξεν εἷς χιλίους καί δύο μετακίνησαν μυριάδας. Read the rest of this entry »
Εὐχή στήν Ἐθνική Ἑορτή τῆς 28ης Ὀκτωβρίου – Α’
Εὐχαριστοῦμέν σοι, Κύριε, ὁ Θεός ἡμῶν, ὅτι καί αὖθις ἐπί τήν εὔσημον ταύτην ἡμέραν ἤγαγες ἡμᾶς, ἐπινίκιον ᾠδήν σοι ἀναμέλψαι τῷ εὐεργέτῃ καί σωτῆρι ἡμῶν. Ἰδού γάρ οἱ ἄρχοντες ἡμῶν καί πᾶσα συναγωγή λαοῦ ἐπί ταὐτό συναχθέντες, ἀνάμνησιν ἐπιτελοῦμεν ἔργου θαυμαστοῦ καί μεγάλου, ὅ ἡ δεξιά σου εἰργάσατο ἐν ταῖς ἡμέραις ἡμῶν, εἰς ἔνδειξιν, ὅτι ἡμέρα Κυρίου ἐπί πάντα ὑβριστήν καί ὑπερήφανον, καί ἡμέρα πτώσεως ἐπί ὑψηλόν καί μετέωρον· τούς γάρ ἐνδόξους συνετάραξας μετά ἰσχύος καί τούς ὑψηλούς τῇ ὕβρει συνέτριψας μετά δυνάμεως. Διά τοῦτο, Κύριε, σήμερον τῆς αἰνέσεώς σου πλήρης ἡμῶν πᾶσα ἡ γῆ καί ἐν εὐγνωμοσύνῃ καί ἀγαλλιάσει βοῶμέν σοι. Τάς ὁδούς σου, Κύριε, γνώρισον ἡμῖν καί τάς τρίβους σου δίδαξον ἡμᾶς· νομοθέτησον ἡμᾶς ἐν τῇ ὁδῷ σου καί ὁδήγησον πάντας, τούς ἄρχοντας καί τόν λαόν, ἐπί τήν ἀλήθειάν σου, ὅτι πολλοί κυκλόθεν οἱ ἐχθροί ἡμῶν καί μακάριος ὁ λαός, οὗ ἐστι βοηθός Κύριος ὁ Θεός αὐτοῦ. Ἔτι δέ καί ὑπέρ τῶν ψυχῶν τῶν μαρτύρων ἀδελφῶν ἡμῶν δεόμεθά σου τῶν τε ἐν πολέμῳ πεσόντων, τῶν τε ἀναιρεθέντων καί τῶν ἐν αἰχμαλωσίᾳ καί ἐξορίᾳ τελειωθέντων, ἵνα αὐλισθῶσιν ἐν ἀγαθοῖς καί ἀναπαύσωνται μετά δικαίων καί ἵνα τά ὀστᾶ αὐτῶν ὡς βοτάνη ἀνατείλῃ, ὅπως ἄν οἵ τε ζῶντες καί οἱ ἐπ’ ἐλπίδι ἀναστάσεως κεκοιμημένοι εὐχαριστήριον αἶνον καί δοξολογίαν σοι ἀναπέμπωμεν, τῷ κραταιῷ Βασιλεῖ τῶν αἰώνων εἰς τούς αἰῶνας.



