Εὐχὴ πρὸ τοῦ γεύματος (μεσημβρινοῦ φαγητοῦ).

Πάτερ ἡμῶν, ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τὸ ὄνομά σου· ἐλθέτω ἡ βασιλεία σου· γενηθήτω τὸ θέλημά σου ὡς ἐν οὐρανῷ καὶ ἐπὶ τῆς γῆς. Τὸν ἄρτον ὴμῶν τὸν ἐπιούσιον δὸς ἡμῖν σήμερον· καὶ ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν· ὡς καὶ ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν· καὶ μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμὸν, ἀλλὰ ῥῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ.

Δόξα Πατρὶ καὶ Υἱῷ καὶ Ἁγίῳ Πνεύματι, καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Κύριε ἐλέησον (γ’).

Χριστὲ ὁ Θεός, εὐλόγησον τὴν βρῶσιν καὶ τὴν πόσιν τῶν δούλων σου, ὅτι ἅγιος εἶ πάντοτε, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰῶνων. Ἀμήν.

Μετὰ τὸ γεῦμα.

Εὐχαριστοῦμέν σοι, Χριστέ ὁ Θεὸς ἡμῶν, ὅτι ἐνέπλησας ἡμᾶς τῶν ἐπιγείων σου ἀγαθῶν. Μἠ στερήσῃς ἡμᾶς καὶ τῆς ἐπουρανίου σου βασιλείας, ἀλλ’ ὡς ἐν μέσω τῶν μαθητῶν σου παραγένου, Σωτήρ, τὴν εἰρήνην διδοὺς αὐτοῖς, ἐλθὲ καὶ μεθ’ ἡμῶν καὶ σῷσον ἡμᾶς.

Δόξα. Καὶ νῦν. Κύριε ἐλέησον (γ’).

Δι’ εὐχῶν τῶν ἁγίων Πατέρων ἡμῶν, Κύριε Ἰησοῦ Χριστέ ὁ Θεός, ἐλέησον καὶ σῷσον ἡμᾶς. Ἀμήν.

Εὐχὴ πρὸ τοῦ δείπνου.

Φάγονται πένητες καὶ ἐμπλησθήσονται καὶ αἰνέσουσι Κύριον οἱ εκζητοῦντες αὐτόν· ζήσονται αἱ καρδίαι αὐτῶν εἰς αἰῶνα αἰῶνος.

Δόξα Πατρὶ καὶ Υἱῷ καὶ Ἁγίῳ Πνεύματι, καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Κύριε ἐλέησον (γ’).

Χριστὲ ὁ Θεός, εὐλόγησον τὴν βρῶσιν και τὴν πόσιν τῶν δούλων σου, ὅτι ἅγιος εἶ πάντοτε, νῦν καὶ ἀεὶ καὶ εὶς τοῦς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Μετὰ τὸ δεῖπνο.

Εὔφρανας ἡμᾶς, Κύριε, ἐν τοῖς ποιήμασί σου, καὶ ἐν τοῖς ἔργοις τῶν χειρῶν σου ἠγαλλιασάμεθα. Ἐσημειώθη ἐφ’ ἡμᾶς τὸ φῶς τοῦ προσώπου σου, Κύριε. Ἔδωκας εὐφροσύνην εὶς τὰς καρδίας ἡμῶν· ἀπὸ καρποῦ σίτου, οἴνου καὶ ἐλαίου ἐνεπλήσθημεν. Ἐν εἰρήνῃ ἐπὶ τὸ αὐτὸ κοιμηθησόμεθα καὶ ὑπνώσωμεν· ὅτι σύ, Κύριε, κατὰ μόνας ἐπ’ ἐλπίδι κατῴκισας ἡμᾶς.

Δόξα. Καὶ νῦν. Κύριε ἐλέησον (γ’).

Δι’ εὐχῶν τῶν ἁγίων Πατέρων ἡμῶν, Κύριε Ἰησοῦ Χριστέ ὁ Θεός, ἐλέησον καὶ σῷσον ἡμᾶς. Ἀμήν.