Τοῦ Κυρίου δεηθῶμεν.

Δέσποτα Κύριε Σαβαώθ, ὁ Θεός ἡμῶν, ὁ Πατὴρ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ὁ ἐπὶ τῶν Χερουβὶμ καθεζόμενος, καὶ ὑπὸ τῶν Σεραφὶμ ἀνυμνούμενος· ὁ ἐν ὑψηλοῖς κατοικῶν, καὶ τὰ ταπεινὰ ἐφορῶν· ὁ ἀνατέλλων τὸν ἥλιον ἐπὶ δικαίους καὶ ἀδίκους· ὁ διακρατῶν καὶ διακυβερνῶν ἀῤῥήτῳ δυνάμει καὶ σοφίᾳ πᾶσαν τὴν κτίσιν, καὶ πᾶσαν πνοήν· ὁ παιδεύων καὶ πάλιν ἰώμενος· δέξαι με προσερχόμενον τῆ σῇ ἀγαθότητι, καὶ μὴ βδελύξη με τὸν ἁμαρτωλόν· ἀλλ’ ἐπάκουσον τῆς φωνῆς τῆς δεήσεώς μου, καὶ ἐξαπόστειλον βοήθειαν ἐξ ἁγίου κατοικητηρίου σου, σπλαγχνισθείς ἐπὶ τῷ πλάσματι τῶν χειρῶν σου, ὁ πάντων τὰς προσευχὰς ἐπακούων, καὶ ἴασαι τὸν δοῦλον σου (τὸν δεῖνα) ἐκ τῆς συνεχούσης αὐτὸν ἀσθενείας. Σὸν γάρ ἐστι τὸ ἐλεεῖν καὶ σώζειν ἡμᾶς ὁ Θεὸς ἡμῶν, καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.