Ἐλέησόν με, Κύριε, ἐλέησόν με, εὔσπλαγχνε, ἐλέησόν με τόν ἐλεεινότατον ἁμαρτωλόν, τόν ἀνάξια μέν πράττοντα, ἐπάξια δέ πάσχοντα· τόν συχνά μέν σοι πταίοντα, καθ’ ἡμέραν δέ τάς ἐκ σοῦ μάστιγας ὑφιστάμενον. Ἐάν ἐπισταθμήσω τό πονηρόν, ὅ καθ’ ἑκάστην ἐποίησα, οὐκ ἀντίσταθμον ἐστίν ὅσον ὑπέχω. Βαρύτερον ἐστίν ὅ ἔφρασα, κουφότερον τοῦ ὅπερ ἀνέχομαι. Δίκαιος εἶ, Κύριε, καί εὐθεῖα ἡ κρίσις σου· πάντα τά σά κρίματα καί δίκαια ἐστί καί ἀληθινά. Δίκαιος καί εὐθύς εἶ, Κύριε ὁ Θεός ἡμῶν, καί οὐκ ἐστιν ἀδικία ἐν σοί. Οὐ γάρ ἀδίκως, οὐδ’ ἀνηλεῶς ἡμᾶς καταθλίβεις ἐξαμαρτάνοντας, Κύριε, παντοδύναμε καί πανοικτίρμον, ὅς μηδαμῶς μέν ἡμᾶς ὄντας, πανσθενῶς ἐποίησας, ἀπολωλότας δέ δι’ ἡμετέραν κακίαν, ἐν ἐλέει καί φιλανθρωπίᾳ θαυμαστῶς ἐπανέσωσας.

Οἶδ’ ἐγώ, εὖ τε καί ἀνενδοιάστως οἶδα, ὡς ὁ βίος ἡμῶν οὐκ εἰκῇ καί ᾗπερ ἔτυχε φέρεται, ἀλλά παρά σοῦ τοῦ Κυρίου καί Θεοῦ τῶν ὅλων οἰκονομεῖται καί διεξάγεται, αὐτός δέ κηδόμενος εἶ ἁπάντων μέν, διαφερόντως δέ τῶν σῶν δούλων, τῶν ἅπασαν αὑτῶν τήν ἐλπίδα ἐπί τῷ ἐλέει τῷ σῷ ἀνατιθεμένων. Ἔνθεν τοι παρακαλῶ ἱκετικῶς σου δεόμενος, μή μοι κατά τάς ἐμάς ἁμαρτίας ποιήσῃς, δι’ ἅς τῆς σῆς ὀργῆς ἐγενόμην ἔνοχος, ἀλλά κατά τό μέγα ἔλεός σου, ὅ καί ὑπέρ τά ἁμαρτήματα ἔτι τοῦ σύμπαντος κόσμου μεῖζον ἐστί. Σύ οῦν, Κύριε ὁ Θεός μου, ὁ τάς μάστιγας ἔξωθεν ἐμοί ἐπιτρίβων, δός ἔσωθεν ὑπομονήν τήν ἐσαεί μοι παρεχομένην ἀδιαλείπτως, ὡς μηδέποτε τόν σόν αἶνον ἀπεῖναι τοῦ στόματός μου. Ἐλέησόν με ὁ Θεός, ἐλέησόν με καί βοήθησόν μοι ὡς αὐτός οἶδας, ἀναγκαῖον μοι εἶναι καί τῇ ψυχῇ καί τῷ σώματι· πάντα ἐπίστασαι, πάντα δύνασαι ὁ ζῶν εἰς τούς αἰῶνας.

Ἀπό τό «Κεκραγάριον» τοῦ ἱεροῦ Αὐγουστίνου