Tags

,

Εἰς τήν κλίμακα τήν Οὐράνιον, τήν Παρθένον

Φωτοφόρος σκηνή, παντευλόγητε,
κιβωτός χρυσαυγής ἀναδέδειξαι
Θεόν Λόγον ἁγνή περιέχουσα
τόν σαρκί καταλύσαντα θάνατον.

Θεοτόκον Σε ἔγνωμεν, Πάναγνε,
καί Μητέρα Θεοῦ Σε κηρύττομεν·
ρῦσαι πάντας πυρός αἰωνίζοντος
καί ἐχθρῶν ἀοράτων, Πανάμωμε.

Τοῦ θανάτου τήν ρύμην διέκοψας
τήν ζωήν συλλαβοῦσα, πανάχραντε,
καί ζωήν ἐδωρήσω τοῖς μέλπουσι,
χαῖρε κόρη ἁγνή ἀειπάρθενε.

Σέ ὡς πύλην ὑμνοῦμεν τήν φέρουσαν
πρός τήν θείαν τῆς χάριτος εἴσοδον,
εὐδιάβατον κλίμακ’ ἀνάγουσαν
ἐκ τῆς γῆς ἀσφαλῶς πρός οὐράνια.

Τῆς ἁγνείας τῷ κάλλει κεκόσμησαι,
εὐπρεπείας δέ οἶκος γεγένησαι,
Μητροπάρθενε κόρη ἀκήρατε,
διό πάντες πιστῶς μεγαλύνομεν.

Σκιαί νόμου παρῆλθον τῷ τόκῳ Σου,
ἡ ἀλήθεια γάρ ἡμῖν ἔλαμψεν
καί ἡ χάρις τῷ κόσμῳ δεδώρηται
καί Ἀδάμ τό κατάκριμα πέπαυται.