Tags

,

Εἰς τὴν νοητήν κλίμακα

Ἡ τό Θεῖον φῶς, Παρθένε, ἀπαρρήτως συλλαβοῦσα
ἐν ἀχράντῳ Σου νηδύϊ καί ἡμῖν ἀποτεκοῦσα
φώτισόν με, Θεοτόκε, τόν φωτός ἐστερημένον
τόν ἀμαύρωσιν παθόνταν τόν δεινῶς ἐσκοτισμένον.

Σύ γενοῦ μοι ἐν τῷ βίῳ ὥσπερ φάρος ἐν πελάγει,
Σύ κυβέρνησον τό σκάφος ὀλισθαῖνον πρός τενάγη
καί τόν κλύδωνα τόν μέγαν καί τήν ζάλην τῶν παθῶν μου,
Σύ κατεύνασον, Παρθένε, δότειρα τῶν ἀγαθῶν μου.

Σύ ἀλείπτης μου, Παρθένε, ἔσο μοι ἐν τῷ σταδίῳ,
Σύ μοι γίνου ποδηγέτης ἐν τῷ πολυπλάγκτῳ βίῳ.
Σύ τήν τρικυμίαν κόρη κόπασον, φωτοκυῆτορ,
καί εἰς εὔδιον λιμένα εὔθυνον, Παρθενομῆτορ.

Σύ τάς τρίβους μου, Παρθένε, εὔθυνον πρός εὐπορίας,
Σύ ἐκκλίνοντα ἀφρόνως πρός κακῶν τάς ἀνοδίας
κράτησον τῇ Σῇ δυνάμει καί ἀπότρεψον, Παρθένε,
καί πλανώμενόν με σῶσον, θρόνε κατηγλαϊσμένε.

Σήν ἐπικαλοῦμαι, κόρη πανοικτίρμον, προστασίαν,
Σήν πρός τόν Υἱόν καί Κτίστην δυσωπῶ ἱκετηρίαν,
Σύ, Παρθενομῆτορ κόρη, εὐσπλαγχνίσθητι καί φεῖσαι,
Σύ, Παρθένε Θεοτόκε, τῆς κολάσεώς με ρῦσαι.

Φέγγει τοῦ ἐκ Σοῦ, Παρθένε, προελθόντος φώτισόν με,
τήν ψυχήν τήν σκοτισθεῖσαν, δέομαι, καταύγασόν μου
καί τόν νοῦν καί τήν καρδίαν, δυσωπῶ Σε, ἅγνισόν μου,
Παναγία μου Κυρία εὔσπλαγχνε, ἐλέησόν με.