Tags

,

1. Εὐχή τῆς Πεντηκοστῆς

Ἐπάκουσον ἡμῶν τῶν ταπεινῶν καί οἰκτρῶν δεομένων σου· καί ἀνάπαυσον τάς ψυχάς τῶν δούλων σου τῶν προκεκοιμένων ἐν φωτεινῷ, ἐν τόπῳ χλοερῷ, ἐν τόπῳ ἀναψύξεως, ἔνθα ἀπέδρα πᾶσα ὀδύνη, λύπη καί στεναγμός, καί κατάταξον τά πνεύματα αὐτῶν ἐν σκηναῖς Δικαίων καί εἰρήνης καί ἀνέσεως ἀξίωσον αὐτούς· ὅτι οὐχ οἱ νεκροί αἰνέσουσί σε, Κύριε, οὐδέ οἱ ἐν Ἅδῃ ἐξομολόγησιν παρρησιάζονται προσφέρειν σοι, ἀλλ’ ἡμεῖς οἱ ζῶντες εὐλογοῦμεν σε καί ἱκετεύομεν καί τάς ἱλαστηρίους εὐχάς καί θυσίας προσάγομέν σοι ὑπέρ τῶν ψυχῶν αὐτῶν.

2. Εὐχή τῆς Πεντηκοστῆς (Μεγάλου Βασιλείου)

Δέξαι οὖν, Δέσποτα, δεήσεις καί ἱκεσίας ἡμετέρας καί ἀνάπαυσον πάντας τούς πατέρας ἐκάστου καί μητέρας καί ἀδελφούς καί ἀδελφάς καί τέκνα καί εἴτι ἄλλο ὁμογενές καί ὁμόφυλον καί πάσας τάς προαναπαυσαμένας ψυχάς ἐπ’ ἐλπίδι ἀναστάσεως ζωῆς αἰωνίου καί κατάταξον τά πνεύματα αὐτῶν καί τά ὀνόματα ἐν βίβλῳ ζωῆς, ἐν κόλποις Ἀβραάμ, Ἰσαάκ καί Ἰακώβ, ἐν χώρᾳ ζώντων, εἰς βασιλείαν οὐρανῶν, ἐν Παραδείσῳ τρυφῆς, διά τῶν φωτεινῶν Ἀγγέλων σου εἰσάγων ἅπαντας εἰς τάς ἁγίας σου μονάς· συνέγειρον καί τά σώματα ἡμῶν ἐν ἡμέρᾳ, ἧ ὥρισας, κατά τάς ἁγίας σου καί ἀψευδεῖς ἐπαγγελίας. Οὐκ ἔστιν οὖν, Κύριε, τοῖς δούλοις σου θάνατος, ἐκδημούντων ἡμῶν ἀπό τοῦ σώματος καί πρός σέ τόν Θεόν ἐνδημούντων, ἀλλά μετάστασις ἀπό τῶν λυπηροτέρων ἐπί τά χρηστότερα καί θυμηδέστερα καί ἀνάπαυσις καί χαρά.

3. Εὐχή Ἁγίου Ἰωάννου Χρυσοστόμου

Ἀνάπαυσον, ἅγιε Δέσποτα, ἐν φωτί ζώντων καί ἐν τῇ κατοικίᾳ τῶν εὐφραινομένων καί τούς ἐμούς γεννήτορας, προγόνους τε καί ἀδελφούς, σούς δέ οἰκέτας εὐγνώμονας· καί πᾶσι τοῖς ἐν εὐσεβείᾳ τελειωθεῖσι συγχώρησον· ὅτι εἶ καί ἡμάρτομεν, ἀλλ’ οὐκ ἀπέστημεν ἀπό σοῦ, οὐδέ διεπετάσαμεν χεῖρας ἡμῶν πρός Θεόν ἀλλότριον· ἀλλά σέ ἔγνωμεν καί σέ ἠγαπήκαμεν, καί εἰς σέ πεπιστεύκαμεν· καί σέ προσκυνοῦμεν τόν ἕνα ἐν Τριάδι Θεόν. Ἐν σοί προσευχόμεθα καί ἐν σοί τάς τῆς σωτηρίας ἀναρτῶμεν ἐλπίδας. Ἐλέησον ἡμᾶς κατά τό μέγα σου ἔλεος, καί σῶσον εἰς τήν ἐπουράνιον καί αἰώνιόν σου βασιλείαν. Ναί δή, Κύριέ μου, οὕτω γενέσθω ταῦτα ἐν ἡμῖν τοῖς ἐλπίζουσιν ἐπί σέ διά τήν πολλήν σου καί ἀνυπέρβλητον ἀγαθότητα, καί διά τήν ἄφατόν σου εὐσπλαγχνίαν καί φιλανθρωπίαν· πρεσβείαις τῆς πανενδόξου, ὑπερευλογημένης καί κεχαριτωμένης, ὑπεραγίας δεσποίνης ἡμῶν Θεοτόκου καί ἀειπαρθένου Μαρίας, τῶν ἐπουρανίων καί νοερῶν δυνάμεων, καί πάντων τῶν ἀπ’ αἰῶνος σοι εὐαρεστησάντων ἁγίων. Ἀμήν.

4. Εὐχή Ἁγίου Συμεών Θεσσαλονίκης

Μεθ’ ὧν κατάταξον ὡς οἰκτίρμων καί τάς προαναπαυσαμένας τῶν πιστῶν σου δούλων ψυχάς, πάντα αὐτοῖς συγχωρήσας τά πταίσματα. Ἀξίωσον αὐτούς τοῦ φωτισμοῦ σου καί τῆς ἀτελευτήτου σου παρακλήσεως καί δός αὐτοῖς τε καί ἡμῖν πληρωθῆναι τῶν ἀγαθῶν σου καί αἰωνίως δοξάζειν καί μεγαλύνειν σε τόν μόνον ζωοπάροχον δεσπότην ἡμῶν ἀθάνατον· πρεσβείαις τῆς τήν ζωήν ἡμῖν ἐν σαρκί τεκούσης τόν μονογενῆ σου Υἱόν ἀειπαρθένου Θεοτόκου, τῶν μή φθοράν δεχομένων ἀθανάτων ἀγγέλων σου καί πάντων τῶν τῆς αἰωνίου σου ζωῆς καταξιωθέντων ἁγίων σου. Σύ γάρ εἶ ὁ μόνος ὤν πρό αἰώνων καί εἰς αἰῶνας αἰώνων καί πάντοτε ζῶν, καί σοί τήν δόξαν ἀναπέμπομεν σύν τῷ μονογενεῖ σου Υἱῷ καί τῷ παναγίῳ καί ἀγαθῷ καί ζωοποιῷ σου Πνεύματι, νῦν καί ἀεί καί εἰς τούς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

5. Εὐχή τοῦ Ἁγίου Συμεών τοῦ διά Χριστόν σαλοῦ γιά τήν μητέρα του

Ὁ Θεός, ὁ τήν θυσίαν τοῦ Ἀβραάμ δεξάμενος, ὁ τήν ὁλοκαύτωσιν Ἰεφθάε ἐπιβλέψας, ὁ τά δῶρα τοῦ Ἄβελ μή βδελυξάμενος, ὁ διά τόν Σαμουήλ τόν παῖδά σου τήν Ἄνναν προφήτιδα ἀναδείξας· αὐτός, Κύριέ μου, Κύριε, δι’ ἐμέ τόν δοῦλον σου πρόσδεξαι τήν ψυχήν τῆς καλῆς μου μητρός. Μνήσθητι, ὁ Θεός, τῶν κόπων αὐτῆς καί τῶν μόχθων, ὧν εἰς ἐμέ ἐκοπίασεν. Μνήσθητι, Κύριε, τῶν δακρύων αὐτῆς καί τῶν στεναγμῶν, ὧν ἐξέχεεν, ὅτε πρός σέ ἐξ αὐτῆς ἔφυγα. Μνήσθητι, Κύριε, τῶν μαζῶν, ὧν ἐθήλασεν ἐμέ τόν ταπεινόν, ἵνα ἀπολαύσῃ τῆς ἐμῆς νεότητος, καί οὐκ ἀπήλαυσεν. Μή ἐπιλάθῃ, Δέσποτα, ὅτι οὐδέ πρός ὥραν χωρισθῆναί μου ἠδύνατο καί ἐχωρίσθη μου ὅλον τόν χρόνον. Μνημόνευσον, Δέσποτα, ὁ τά πάντα ἐπιστάμενος, ὅτι ὅτε ἐβούλετο χαρῆναι εἰς ἐμέ, τότε αὐτῆς ἑαυτόν διά τό ὄνομά σου ἐστέρησα. Μή ἐπιλάθῃ, δίκαιε, τῶν διασπαραγμῶν τῶν σπλάγχνων αὐτῆς, ὧν ἔσχεν τῇ ἡμέρᾳ ὅτε πρός σέ κατέφυγα. Γινώσκεις, Κύριε, πόσην ἀϋπνίαν ἐκτήσατο κατά πᾶσαν νύκτα μνημονεύουσα τῆς ἐμῆς νεότητος ἐξότε αὐτήν ἐγκατέλιπον· σύ οἶδας, Δέσποτα, πόσας νύκτας ἐποίησεν ἄϋπνος, ζητοῦσα τό συγκοιμώμενον αὐτῇ πρόβατον. Μή ἐπιλάθῃ, φιλάνθρωπε, οἷος πόνος αὐτῆς περιεῖχεν τήν καρδίαν· ὅτε τά ἐμά ἱμάτια θεωροῦσα ἐτήκετο διά τό μηκέτι εἶναι τόν μαργαρίτην αὐτῆς τόν ταῦτα ἐνδυόμενον. Ἀλλά μνημόνευσον, Δέσποτα, ὅτι τήν ἑαυτῆς παραμυθίαν καί χαράν καί ἀγαλλίασιν ὑστέρησα αὐτήν, ἵνα σοι τῷ ἐμῷ καί αὐτῆς Θεῷ καί Δεσπότῃ τῶν ἁπάντων δουλεύσω. Δός αὐτῇ ἀγγέλους διασῴζοντας αὐτῆς τήν ψυχήν ἐκ τῶν πνευμάτων καί θηρίων τοῦ ἀέρος τούτου τῶν πονηρῶν καί ἀνελεημόνων τῶν ἐπιχειρούντων καταπιεῖν πάντας τούς δι’ αὐτῶν παρερχομένους. Ἐξαπόστειλον αὐτῇ, Κύριε, Κύριε, φύλακας ἰσχυρούς ἐπιτιμῶντας πάσῃ ἀκαθάρτῳ δυνάμει συναντώσῃ αὐτῇ, καί ἀλύπως καί ἀβασανίστως, ὁ Θεός μου, κέλευσον διαχωρισθῆναι αὐτῆς τήν ψυχήν ἐκ τοῦ σώματος. Καί εἴτι ὡς γυνή ἐν ἔργῳ ἤ λόγῳ ἥμαρτεν ἐν τῷδε τῷ βίῳ, συγχώρησον τῇ ψυχῇ αὐτῆς ὑπέρ τῆς θυσίας ἧς ἐγέννησεν καί προσήνεγκέν σοι, Δέσποτα, ἐμέ τόν ἀνάξιον δοῦλόν σου. Ναί, Κύριε, Κύριε ὁ Θεός, ὁ δίκαιος κριτής καί φιλάνθρωπος, μή ἐξενέγκῃς αὐτήν ἀπό θλίψεως εἰς θλῖψιν καί ἀπό ὀδύνης εἰς ὀδύνην καί ἀπό στεναγμῶν εἰς στεναγμούς ἀλλ’ ἀντί λύπης, ἧς ἐλυπήθη διά τόν μονογενῆ αὐτῆς, εἰς χαράν· ἀντί δακρύων εἰς ἀγαλλίασιν τήν ἡτοιμασμένην τοῖς ἁγίοις σου, ὁ Θεός, ὁ Θεός μου εἰς τούς αἰῶνας. Ἀμήν.

6. Εὐχή ἐπί τῶν ἐν Χριστῷ ἀναπαυσαμένων

Ὁ τῇ φύσει ἀθάνατος καί ἀτελεύτητος, παρ’ οὗ πᾶν ἀθάνατον καί θνητόν γέγονεν, ὁ τό λογικόν τοῦτο ζῷον, τόν ἄνθρωπον τόν κοσμοπολίτην, θνητόν ἐκ κατασκευῆς ποιήσας καί ἀνάστασιν ἐπαγγειλάμενος, ὁ τόν Ἐνώχ καί τόν Ήλίαν θανάτου πεῖραν μή ἐάσας λαβεῖν· ὁ Θεός Ἀβραάμ καί Ἰσαάκ καί Ἰακώβ, οὐχ ὡς νεκρῶν, ἀλλ’ ὡς ζώντων Θεός εἶ· ὅτι πάντων αἱ ψυχαί παρά σοί ζῶσιν καί τῶν δικαίων τά πνεύματα ἐν τῇ χειρί σού εἰσιν, ὧν οὐ μή ἅψηται βάσανος· πάντες γάρ οἱ ἡγιασμένοι ὑπό τάς χεῖράς σού εἰσιν· αὐτός καί νῦν ἔπιδε ἐπί τόν δοῦλον σου (τόνδε), ὅν ἐξελέξω καί προσελάβου εἰς ἑτέραν λῆξιν, καί συγχώρησον αὐτῷ εἴ τι ἄκων ἤ ἑκών ἐξήμαρτεν καί ἀγγέλους εὐμενεῖς παράστησον αὐτῷ· καί κατάταξον αὐτόν ἐν τῷ κόλπῳ τῶν πατριαρχῶν καί τῶν προφητῶν καί τῶν ἀποστόλων καί πάντων τῶν ἀπ’ αἰῶνός σοι εὐαρεστησάντων, ὅπου οὐκ ἔνι λύπη καί ὀδύνη καί στεναγμός, ἀλλά χῶρος εὐσεβῶν ἀνειμένος καί γῆ εὐθέων σοί ἀνακειμένη καί τῶν ἐν αὐτῇ ὁρώντων τήν δόξαν τοῦ Χριστοῦ σου, μεθ’ οὗ σοί δόξα, τιμή καί σέβας, εὐχαριστία καί προσκύνησις καί τῷ ἁγίῳ Πνεύματι εἰς τούς αἰῶνας· ἀμήν.

7. Εὐχή περί τεθνεῶτος

Ὁ Θεός, ὁ ζωῆς καί θανάτου τήν ἐξουσίαν ἔχων, ὁ Θεός τῶν πνευμάτων καί δεσπότης πάσης σαρκός, ὁ Θεός ὁ θανατῶν καί ζωογονῶν, ὁ κατάγων εἰς πύλας Ἅδου καί ἀνάγων, ὁ κτίζων πνεῦμα ἀνθρώπου ἐν αὐτῷ καί παραλαμβάνων τάς ψυχάς τῶν ἁγίων καί ἀναπαύων, ὁ ἀλλοιῶν καί μεταβάλλων καί μετασχηματίζων τά κτίσματά σου, καθώς δίκαιον καί σύμφορόν ἐστι, μόνος αὐτός ἄφθαρτος καί ἀναλλοίωτος καί αἰώνιος ὤν· δεόμεθά σου περί τῆς κοιμήσεως καί ἀναπαύσεως τοῦ δούλου σου (τοῦδε) (ἤ τῆς δούλης σου τῆσδε)· τήν ψυχήν, τό πνεῦμα αὐτοῦ ἀνάπαυσον ἐν τόποις χλόης, ἐν ταμείοις ἀναπαύσεως, μετά Ἀβραάμ καί Ἰσαάκ καί Ἰακώβ καί πάντων τῶν ἁγίων σου, τό δέ σῶμα ἀνάστησον ἐν ᾗ ὥρισας ἡμέρᾳ, κατά τάς ἀψευδεῖς σου ἐπαγγελίας, ἵνα καί τάς κατ’ ἀξίαν αὐτῷ κληρονομίας ἀποδῷς ἐν ταῖς ἁγίαις σου νομαῖς· τῶν παραπτωμάτων καθώς ἔδωκας, ἀφελκόμενος· αὐτός, δέσποτα Χριστέ, πρόσδεξαι τήν ψυχήν τοῦ δούλου σου (τοῦδε) καί κατάταξον αὐτόν μετά τῶν ἁγίων σου ἀναπαύεσθαι εἰς τόπον φωτεινόν, εἰς χώραν εὐσεβῶν, εἰς τόπον ἀναψύξεως, ἐκεῖ ὅθεν ἀπέδρα ὀδύνη καί λύπη καί στεναγμός· ὅτι οὐκ ἔστι τοῖς δούλοις σου θάνατος, ὡς ἀληθῷς, ἀλλά ψυχῆς μετάστασις· καί εἴ τι λόγῳ ἤ ἔργῳ ἤ ἐνθυμήσει ἥμαρτε, πάριδε ὡς ἀγαθός καί φιλάνθρωπος Θεός· τῶν πενθούντων ἀντιλήπτωρ καί παραμυθία γενοῦ· κατάλαμψον τήν ἀχλύν τῆς ἀθυμίας αὐτῶν τῷ νοερῷ σου φωτί, ἡμᾶς δέ τούς συνελθόντας εἰς τήν τοῦ λειψάνου τιμήν παρακράτησον καί ἵλεως γενοῦ ταῖς ἀνομίαις ἡμῶν. Ὅτι σύ εἶ ἡ ἄφεσις τῶν πταισμάτων ἡμῶν καί σοί πρέπει ἡ δόξα, Πατρί καί Υἱῷ καί ἁγίῳ Πνεύματι, καί νῦν καί ἀεί καί εἰς τούς αἰῶνας τῶν αἰώνων· ἀμήν.

8. Eὐχή ἐπί κολλύβων εἰς κεκοιμημένους

Δέσποτα Κύριε ὁ Θεός ἡμῶν, ὁ ἐν φωτί κατοικῶν καί ἐν τῇ γῇ παριών, Σωτήρ καί εὐεργέτης ὑπάρχων, ὁ εἰσαγαγών ἐν τοῖς σκηνώμασι τάς ψυχάς καί ἐξαγαγών πάλιν εἰς τάς αἰωνίους μονάς· αὐτός καί τήν ψυχήν τοῦ δούλου σου (τοῦδε) ἀνάπαυσον ἐν τόπῳ φωτεινῷ, ἐν χώρᾳ ἁγίων, ἐν κόλποις Ἀβραάμ καί Ἰσαάκ καί Ἰακώβ, ἐν μερίδι τῶν ἐκλεκτῶν σου, ἐν τῇ γῇ τῶν πραέων, έν τῇ κληρονομίᾳ τῶν ζώντων, ἔνθα ἀπέδρα ὀδύνη καί λύπη καί στεναγμός· ὅπου ἐπισκοπεῖ τό φῶς τοῦ προσώπου σου, ἐκεῖ αὐτόν ἀνάπαυσον καί ἡμῖν δός πολιτεύεσθαι τάς ὑπολοίπους ἡμέρας τῆς ζωῆς ἡμῶν κατά τό σοί εὐάρεστον καί δραμεῖν τό στάδιον τοῦ βίου ἀπρόσκοπτον καί τυχεῖν τῶν ἐπαγγελιῶν σου, ὧν ἐπηγγείλω τοῖς ἀγαπῶσί σε· τούς συνελθόντας καί τῷ ὁμοίῳ πάθει τιμήσαντες εὐλόγησον εὐλογία τῇ σῇ, ἕκαστον τήν συνδρομήν εἰς δικαιοσύνην λογιζόμενος· τούς πενθούντας παρακάλεσον, τούς ὀλιγοψύχους καί ἐν θλίψει ὑπάρχοντας παραμύθησαι· εὐλόγησον δή καί τά σπέρματα ταῦτα, τά ἐκ τῶν σῶν δωρεῶν προσενεχθέντα καί ὅθεν ἐπελήφθησαν ἑκατονταπλασίονα τόν μισθόν δώρησαι, πρεσβείαις τῆς ἁγίας δεσποίνης ἡμῶν Θεοτόκου καί πάντων τῶν ἁγίων σου. Ὅτι Θεός ἐλέους καί οἰκτιρμῶν καί φιλανθρωπίας ὑπάρχεις καί σοί τήν δόξαν ἀναπέμπομεν, τῷ Πατρί καί τῷ Υἱῷ καί τῷ ἁγίῳ Πνεύματι, νῦν καί ἀεί καί εἰς τούς αἰῶνας τῶν αἰώνων· ἀμήν.

9. Εὐχή ἐπί κολλύβων εἰς κεκοιμημένους εἰς τά τρίτα καί ἔνατα καί τεσσαρακοστά μνημόσυνα

Εὐλογητός εἶ, Κύριε ὁ Θεός τῶν πατέρων ἡμῶν, ὁ πλάσας τόν ἄνθρωπον καί εἰσαγαγών αὐτόν εἰς τόν κόσμον τοῦ πολιτεύεσθαι ἐπ’ ἐλπίδι ζωῆς αἰωνίου· ἁμαρτήσαντος δέ αὐτοῦ, θάνατον ἑαυτῷ ἐπεισήγαγες, τό μέν σῶμα ἐκ τῆς γῆς εἰς γῆν ἀναλύσας, τήν δέ ψυχήν πρός ἑαυτόν προσκαλεσάμενος. Αὐτός οὖν, δέσποτα φιλάνθρωπε Χριστέ ὁ Θεός ἡμῶν, προσερχομένης καί τῆς ψυχῆς τοῦ δούλου σου (τοῦδε) ἐπί τόν ἅγιόν σου θρόνον, εἴ τι ὡς ἄνθρωπος ἥμαρτεν ἐν σαρκί ἔτι ζῶν, ἤ κατ’ ἄγνοιαν ἤ ἐν ἔργῳ ἤ ἐν λόγῳ, αὐτός ὡς ἀγαθός καί φιλάνθρωπος ἄνες, ἄφες, συγχώρησον, παρορῶν αὐτοῦ καί τά ἡμῶν πλημμελήματα καί ἀνάπαυσον αὐτόν ὅπου ἐπισκοπεῖ τό φῶς τοῦ προσώπου σου· τῶν δέ πενθούντων, Κύριε, γενοῦ ἀντιλήπτωρ· παῦσον τήν λύπην, τήν ἀθυμίαν, τόν στεναγμόν διά τῶν προκειμένων σου δώρων· καί τούς κάμνοντας καί προσενεγκόντας ταῦτα σύν αὐτοῖς μισθόν οὐράνιον παράσχου καί τούς ἔχοντας μεταλαβεῖν ἐξ αὐτῶν ἐπί ὑγείας ψυχῆς καί σώματος καταξίωσον, πρεσβείαις καί ἱκεσίαις τῆς ἁγίας Θεοτόκου καί πάντων τῶν ἁγίων σου. Ὅτι ηὐλόγηται καί δεδόξασται (τό πάντιμον καί μεγαλοπρεπές ὄνομά σου, τοῦ Πατρός καί τοῦ Υἱοῦ καί τοῦ Ἁγίου Πνεύματος, νῦν καί ἀεί καί εἰς τούς αἰώνας τῶν αἰώνων· ἀμήν).

10. Εὐχή ἄλλη ἐπί τελευτήσαντος

Ὁ Θεός ἡμῶν, ὁ Θεός τοῦ σώζειν, ὁ δημιουργός καί σωτήρ καί κριτής ζώντων καί νεκρῶν, ὁ κατάγων εἰς Ἅδου πύλας καί ἀνάγων, ὁ ἐκ μή ὄντων εἰς τό εἶναι παράγων, ὁ ἐκ γῆς πλάσας τόν ἄνθρωπον καί εἰς γῆν δι’ ἁμαρτίαν ἀποστρέψας, διά δέ τήν σήν φιλανθρωπίαν ἀνακαλούμενος εἰς ζωήν, ἀνάπαυσον τάς ψυχάς τῶν δούλων σου, Δέσποτα, ἐν ἐλέει διαπαντός, ἐν χώρᾳ φωτός, ἐν τόπῳ ἀναπαύσεως, εἰς κόλπους Ἀβραάμ καί Ἰσαάκ καί Ἰακώβ μετά πάντων τῶν ἁγίων τῶν ἀπ’ ἀποστρέφων, τήν δέ ψυχήν εἰς ἑαυτόν προσκαλούμενος· Αὐτός ἀνάπαυσον τήν ψυχήν τοῦ δούλου Σου (τοῦδε), ἐν τόπῳ φωτεινῷ, ἐν τόπῳ ἀναψύξεως, ἔνθα ἐπισκοπεῖ τό φῶς τοῦ προσώπου Σου Κύριε, ἐν κόλποις Ἀβραάμ καί Ἰσαάκ καί Ἰακώβ, μετά πάντων τῶν ἁγίων· καί εἴτι ἐπλημμέλησεν εἰς Σέ, ἐν πράξει ἤ λόγῳ ἤ κατά διάνοιαν, Αὐτός ὡς ἀγαθός καί φιλάνθρωπος Θεός, ἄνες, ἄφες, συγχώρησον, παριδών αὐτοῦ τε καί ἡμῶν τά ἀνομήματα· ἡμῶν δέ τά τέλη τῆς ζωῆς ἀνώδυνα καί ἀκαταίσχυντα καταξίωσον, ὅτε θέλεις καί ὅτε βούλῃ, μόνον ἄνευ αἰσχύνης καί παραπτωμάτων. Σύ γάρ εἶ ἡ ἀνάστασις τοῦ Σοῦ δούλου καί Σοί τήν δόξαν ἀναπέμπομεν, τῷ Πατρί καί τῷ Υἱῷ καί τῷ Ἀγίῳ Πνεύματι, νῦν καί ἀεί καί εἰς τούς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

 
Προσευχητάριον ὑπέρ τῶν κεκοιμημένων
Ἀρχιμανδρίτου Παύλου Κ. Ντανᾶ

Ἐκδόσεις «Ἄθως»
Ἀθήνα 2005