Tags

, ,

ΤΑ ΕΓΚΩΜΙΑ

Ἀπολυτίκια. Ἦχος β’.

Ὁ εὐσχήμων Ἰωσήφ, ἀπό τοῦ ξύλου καθελών, τό ἄχραντόν σου Σῶμα, σινδόνι καθαρᾷ εἱλήσας καί ἀρώμασιν, ἐν μνήματι καινῷ κηδεύσας ἀπέθετο.

Δόξα.

Ὅτε κατῆλθες πρός τόν θάνατον, ἡ ζωή ἡ ἀθάνατος, τότε τόν ᾍδην ἐνέκρωσας, τῇ ἀστραπῇ τῆς Θεότητος· ὅτε δέ καί τούς τεθνεῶτας ἐκ τῶν καταχθονίων ἀνέστησας, πᾶσαι αἱ Δυνάμεις τῶν ἐπουρανίων ἐκραύγαζον· Ζωοδότα Χριστέ ὁ Θεός ἡμῶν, δόξα σοι.

Καί νῦν.

Ταῖς μυροφόροις γυναιξί, παρά τό μνῆμα ἐπιστάς, ὁ Ἄγγελος ἐβόα. Τά μύρα τοῖς θνητοῖς ὑπάρχει ἁρμόδια, Χριστός δέ διαφθορᾶς ἐδείχθη ἀλλότριος.

 
ΣΤΑΣΙΣ ΠΡΩΤΗ

Ἦχος πλ. α’.

Ἡ ζωή ἐν τάφῳ, κατετέθης Χριστέ, καί Ἀγγέλων στρατιαί ἐξεπλήττοντο, συγκατάβασιν δοξάζουσαι τήν σήν.

Ἡ ζωή πῶς θνήσκεις; Πῶς καί τάφῳ οἰκεῖς; Τοῦ θανάτου τό βασίλειον λύεις δέ, καί τοῦ ᾍδου τούς νεκρούς ἐξανιστᾷς.

Μεγαλύνομέν σε, Ἰησοῦ Βασιλεῦ, καί τιμῶμεν τήν ταφήν καί τά πάθη σου, δι’ ὧν ἔσωσας ἡμᾶς ἐκ τῆς φθορᾶς.

Μέτρα γῆς ὁ στήσας, ἐν σμικρῷ κατοικεῖς, Ἰησοῦ παμβασιλεῦ, τάφῳ σήμερον, ἐκ μνημάτων τούς θανόντας ἀνιστῶν.

Ἰησοῦ Χριστέ μου, Βασιλεῦ τοῦ παντός, τί ζητῶν τοῖς ἐν τῷ ᾍδῃ ἐλήλυθας; ἤ τό γένος ἀπολῦσαι τῶν βροτῶν;

Ὁ δεσπότης πάντων, καθορᾶται νεκρός, καί ἐν μνήματι καινῷ κατατίθεται, ὁ κενώσας τά μνημεῖα τῶν νεκρῶν.

Ἡ ζωή ἐν τάφῳ, κατετέθης Χριστέ, καί θανάτῳ σου τόν θάνατον ὤλεσας καί ἐπήγασας τῷ κόσμῳ τήν ζωήν.

Ἀπορεῖ καί φύσις, νοερά καί πληθύς, ἡ ἀσώματος Χριστέ, τό μυστήριον, τῆς ἀφράστου καί ἀρρήτου σου ταφῆς.

Σοῦ τεθέντος τάφῳ, πλαστουργέντα Χριστέ, τά τοῦ ᾍδου ἐσαλεύθη θεμέλια, καί μνημεῖα ἠνεῴχθη τῶν βροτῶν.

Ὁ τήν γῆν κατέχων, τῇ δρακί νεκρωθείς, σαρκικῶς ὑπό τῆς γῆς νῦν συνέχεται, τούς νεκρούς λυτρῶν τῆς ᾍδου συνοχῆς.

Ἐκ φθορᾶς ἀνέβης, ἡ ζωή μου Σωτήρ, σοῦ θανόντος καί νεκροῖς προσφοιτήσαντος, καί συνθλάσαντος τοῦ ᾍδου τούς μοχλούς.

Ἐν καινῷ μνημείῳ, κατετέθης Χριστέ, καί τήν φύσιν τῶν βροτῶν ἀνεκαίνισας, ἀναστάς θεοπρεπῶς ἐκ τῶν νεκρῶν.

Ὡς βροτός μέν θνῄσκεις, ἑκουσίως, Σωτήρ, ὡς Θεός δέ τούς θνητούς ἐξανέστησας, ἐκ μνημάτων καί βυθοῦ ἁμαρτιῶν.

Ὥσπερ σίτου κόκκος, ὑποδύς κόλπους γῆς, τόν πολύχουν ἀποδέδωκας ἄσταχυν, ἀναστήσας τούς βροτούς τούς ἐξ Ἀδάμ.

Ἡ ζωή τοῦ τάφου, γευσαμένη Χριστός, ἐκ θανάτου τούς βροτούς ἠλευθέρωσε, καί τοῖς πᾶσι νῦν δωρεῖται τήν ζωήν.

Νεκρωθέντα πάλαι, τόν Ἀδάμ φθονερῶς ἐπανάγεις πρός ζωήν τῄ νεκρώσει σου, νέος Σῶτερ ἐν σαρκί φανείς Ἀδάμ.

Ὑψωθείς ἐν ξύλῳ, καί τούς ζῶντας βροτούς, συνυψοῖς· ὑπό τήν γῆν δέ γενόμενος, τούς κειμένους ὑπ’ αὐτήν ἐξανιστᾷς.

Ὑπό γῆν βουλήσει κατελθών ὡς θνητός, ἐπανάγεις ἀπό γῆς πρός οὐράνια τούς ἐκεῖθεν πεπτωκότας Ἰησοῦ.

Κἄν νεκρός ὡράθης, ἀλλά ζῶν ὡς Θεός, νεκρωθέντας τούς βροτούς ἀνεζώωσας, τόν ἐμόν ἀπονεκρώσας νεκρωτήν.

Ὤ χαρᾶς ἐκείνης! Ὤ πολλῆς ἡδονῆς! Ἰησοῦς ἧς περ τούς ἐν ᾍδῃ πεπλήρωκας, ἐν πύθμεσι φῶς ἀστράψας ζοφεροῖς.

Κἄν ἐνθάπτῃ τάφῳ, κἄν εἰς ᾍδου μολῇς, ἀλλά, Σῶτερ, καί τούς τάφους ἐκένωσας, καί τόν ᾍδην ἀπεγύμνωσας, Χριστέ.

Ἑκουσίως Σῶτερ, κατελθών ὑπό γῆν, νεκρωθέντας τούς βροτούς ἀνεζώωσας, καί ἀνήγαγες ἐν δόξῃ πατρικῇ.

Ὑπακούσας Λόγε, τῷ ἰδίῳ Πατρί, μέχρις ᾍδου τοῦ δεινοῦ καταβέβηκας καί ἀνέστησας τό γένος τῶν βροτῶν.

Θέλων ὤφθης Λόγε, ἐν τῷ τάφῳ νεκρός, ἀλλά ζῇς καί τούς βροτούς, ὡς προείρηκας, ἀναστάσει σου, Σωτήρ μου, ἐγερεῖς.

Δόξα Πατρί.

Ἀνυμνοῦμεν, Λόγε, σέ τόν πάντων Θεόν, σύν Πατρί καί τῷ ἁγίῳ σου Πνεύματι, καί δοξάζωμεν τήν θείαν σου ταφήν.

Καί νῦν. Θεοτοκίον.

Μακαρίζομέν σε, Θεοτόκε ἁγνή, καί τιμῶμεν τήν ταφήν τήν τριήμερον, τοῦ Υἱοῦ σου καί Θεοῦ ἡμῶν πιστῶς.

Καί πάλι τό πρῶτο Τροπάριο.

Ἡ ζωή ἐν τάφῳ, κατετέθης Χριστέ, καί Ἀγγέλων στρατιαί ἐξεπλήττοντο, συγκατάβασιν δοξάζουσαι τήν σήν.

 
ΣΤΑΣΙΣ ΔΕΥΤΕΡΑ

Ἦχος πλ. α’.

Ἅξιον ἐστι, μεγαλύνειν σε τόν ζωοδότην, τόν ἐν τῷ σταυρῷ τάς χεῖρας ἐκτείναντα, καί συντρίψαντα τό κράτος τοῦ ἐχθροῦ.

Ἄξιον ἐστι, μεγαλύνειν σε τόν πάντων κτίστην· τοῖς σοῖς γάρ παθήμασιν ἔχομεν, τήν ἀπάθειαν ρυσθέντες τῆς φθορᾶς.

Ὕπνωσας Χριστέ, τόν φυσίζωον ὕπνον ἐν τάφῳ, καί βαρέος ὕπνου ἐξήγειρας, ἁμαρτίας τῶν ἀνθρώπων, ὡς Θεός.

Ἔδυς ὑπό γῆν, ὁ τόν ἄνθρωπον χειρί σου πλάσας, καί βροτῶν τά στίφη πτώματος ἥλιος, ἐξεγείρων παναλκεῖ σου δεξιᾷ.

ᾍδου μέν ταφείς, τά βασίλεια Χριστέ, συντρίβεις, θάνατον θανάτῳ δέ θανατοῖς, καί φθορᾶς λυτροῦσαι τούς γηγενεῖς.

Ρεῖθρα τῆς ζωῆς, ἡ προχέουσα Θεοῦ σοφία, τάφον ὑπεισδῦσα ζωοποιεῖ, τούς ἐν τοῖς ἀδύτοις ᾍδου μυχοῖς.

Ἵνα τήν βροτῶν, καινουργήσω συντριβεῖσαν φύσιν, πέπληγμαι θανάτῳ θέλων σαρκί. Μῆτερ οὖν μή κόπτου τοῖς ὀδυρμοῖς.

Ἔδυς ὑπό γῆς, ὁ φωσφόρος τῆς δικαιοσύνης, καί νεκρούς ὥσπερ ἐξ ὕπνου ἐξήγειρας, ἐκδιώξας ἅπαν τό ἐν τῷ ᾍδῃ σκότος.

Ἔπτηξεν Ἀδάμ, Θεοῦ βαίνοντος ἐν Παραδείσῳ, χαίρει δέ πρός ᾍδην φοιτήσαντος, ἀναστάς μέν νῦν καί πάλαι πεπτωκώς.

Ἔφριξεν ὁρῶν, Σῶτερ, ᾍδης σε τόν ζωοδότην, πλοῦτον τόν ἐκείνου σκυλεύοντα, αἰωνίου τε ἐγείροντα νεκρούς.

Γῆ σε πλαστουργέ, ὑπό κόλπους δεξαμένη τρόμῳ, συσχεθεῖσα, Σῶτερ, τινάσσεται, ἀφυπνώσασα νεκρούς τῷ τιναγμῷ.

Σύ ὡς ὤν ζωῆς χορηγός Λόγε, τούς Ἰουδαίους, ἐν Σταυρῷ ταθείς οὐκ ἐνέκρωσας, ἀλλ’ ἀνέστησας καί τούτων τούς νεκρούς.

Κάλλος Λόγε πρίν, οὐδέ εἶδος ἐν τῷ πάσχειν ἔσχες, ἀλλ’ ἐξαναστάς ὑπερέλαμψας, καλλωπίσας τούς βροτούς θείαις αὐγαῖς.

Ὕπνωσεν Ἀδάμ, ἀλλά θάνατον πλευρᾶς ἐξάγει· σύ δέ νῦν ὑπνώσας Λόγε Θεοῦ, βρύεις ἐκ πλευρᾶς σου κόσμῳ ζωήν.

Ὕπνωσας μικρόν, καί ἐζώωσας τούς τεθνεῶτας, καί ἐξαναστάς ἐξανέστησας, τούς ὑπνοῦντας ἐξ αἰῶνος, ἀγαθέ.

Ὥσπερ πελεκάν, τετρωμένος τήν πλευράν σου Λόγε, σούς θανόντας παῖδας ἐζώωσας, ἐπιστάξας ζωτικούς αὐτοῖς κρουνούς.

Κόλπον πατρικῶν, ἀνεκφοίτητος μείνας οἰκτίρμον, καί βροτός γενέσθαι εὐδόκησας καί εἰς ᾍδην καταβέβηκας, Χριστέ.

Νέκρωσιν τήν σήν, ἡ πανάφθορος Χριστέ, σοῦ μήτηρ, βλέπουσα πικρῶς σοι ἐφθέγγετο· μή βραδύνῃς, ἡ ζωή, ἐν τοῖς νεκροῖς.

ᾍδης ὁ δεινός, συνετρόμαξεν ὅτε σε εἶδεν, ἥλιε τῆς δόξης ἀθάνατε, καί ἐδίδου τούς δεσμίους ἐν σπουδῇ.

Μέγα καί φρικτόν, Σῶτερ, θέαμα νῦν καθορᾶται! Ὁ ζωῆς γάρ πέλων παραίτιος, θάνατον ὑπέστη, ζωῶσαι θέλων πάντας.

Νύττῃ τήν πλευράν, καί ἡλοῦσαι Δέσποτα, τάς χεῖρας, πληγήν ἐκ πλευρᾶς σου ἰώμενος καί τήν ἀκρασίαν χειρῶν τῶν προπατόρων.

Ὕμνοις σου Χριστέ, νῦν τήν σταύρωσιν καί τήν ταφήν τε, ἅπιστοι ἐκθειάζομεν, οἱ θανάτου λυτρωθέντες σῇ ταφῇ.

Δόξα Πατρί.

Ἄναρχε Θεέ, συναΐδιε Λόγε καί Πνεῦμα, σκῆπτρα τῶν ἀνάκτων κραταίωσον, κατά πολεμίων ὡς ἀγαθός.

Καί νῦν. Θεοτοκίον.

Τέξασα ζωήν, παναμώμητε ἁγνή Παρθένε, παῦσον Ἐκκλησίας τά σκάνδαλα, βράβευσον εἰρήνην ὡς ἁγαθή.

Καί πάλι τό πρῶτο Τροπάριο.

Ἅξιον ἐστι, μεγαλύνειν σε τόν ζωοδότην, τόν ἐν τῷ σταυρῷ τάς χεῖρας ἐκτείναντα, καί συντρίψαντα τό κράτος τοῦ ἐχθροῦ.

 
ΣΤΑΣΙΣ ΤΡΙΤΗ

Ἦχος γ’.

Αἱ γενεαί πᾶσαι, ὕμνον τῇ ταφῇ σου, προσφέρουσι Χριστέ μου.

Καθελών τοῦ ξύλου, ὁ Ἀριμαθαίας, ἐν τάφῳ σε κηδεύει.

Μυροφόροι ἦλθον, μύρα σοι Χριστέ μου, κομίζουσαι προφρόνως.

Δεῦρο πᾶσα κτίσις, ὕμνους ἐξοδίους προσοίσωμεν τῷ Κτίστῃ.

Ὡς νεκρόν τόν ζῶντα, σύν μοιροφόροις πάντες μυρίσωμεν ἐμφρόνως.

Ἰωσήφ τρισμάκαρ, κήδευσον τό σῶμα, Χριστοῦ τοῦ ζωοδότου.

Οὕς ἔθρεψε τό μάννα, ἐκίνησαν τήν πτέρναν, κατά τοῦ Εὐεργέτου.

Οὕς ἔθρεψε τό μάννα, φέρουσι τῷ Σωτῆρι, χολήν ἅμα καί ὄξος.

Ἰωσήφ κηδεύει, σύν τῷ Νικοδήμῳ νεκροπρεπῶς τόν Κτίστην.

Ζωοδότα Σῶτερ, δόξα σου τῷ κράτει, τόν ᾍδην καθελόντι.

Ὕπτιον ὁρῶσα, ἡ πάναγνός σε Λόγε, μητροπρεπῶς ἐθρήνει.

Ὦ γλυκύ μου ἔαρ, γλυκύτατόν μου τέκνον, ποῦ ἔδυ σου τό κάλλος;

Θάνατον θανάτῳ, σύ θανατοῖς, Θεέ μου, θείᾳ σου δυναστείᾳ.

Ἡ δάμαλις τόν μόσχον, ἐν ξύλῳ κραμασθέντα, ἠλάλαζεν ὁρῶσα.

Ὦ φῶς τῶν ὀφθαλμῶν μου, γλυκύτατόν μου τέκνον, πῶς τάφῳ νῦν καλύπτῃ;

Αἱ μυροφόροι Σῶτερ, τῷ τάφῳ προσελθοῦσαι, προσέφερόν σοι μύρα.

Ἀνάστηθι Οἰκτίρμον, ἡμᾶς ἐκ τῶν βαράθρων, ἐξανιστῶν τοῦ ᾍδου.

Ἀνάστα Ζωοδότα, ἡ σέ τεκοῦσα μήτηρ δακρυρροοῦσα λέγει.

Κλαίει καί θρηνεῖ σε, ἡ πάναγνός σου μήτηρ, Σωτήρ μου νεκρωθέντα.

Ἔρραναν τόν τάφον, αἱ μυροφόροι μύρα λίαν πρωΐ ἐλθοῦσαι. (τρίς)

Εἰρήνην Ἐκκλησία, λαῷ σου σωτηρίαν, δώρησαι σῇ Ἐγέρσει.

Δόξα Πατρί.

Ὦ Τριάς Θεέ μου, Πατήρ Υἱός καί Πνεῦμα, ἐλέησον τόν κόσμον.

Καί νῦν. Θεοτοκίον.

Ἰδεῖν τήν τοῦ Υἱοῦ σου, ἀνάστασιν Παρθένε, ἀξίωσον σούς δούλους.

Καί πάλι τό πρῶτο Τροπάριο.

Αἱ γενεαί πᾶσαι, ὕμνον τῇ ταφῇ σου, προσφέρουσι Χριστέ μου.

 
Προσευχητάριον ὑπέρ τῶν κεκοιμημένων
Ἀρχιμανδρίτου Παύλου Κ. Ντανᾶ

Ἐκδόσεις «Ἄθως»
Ἀθήνα 2005