Tags

,

Ἦχος πλ. α’.

Εὐλογητός εἶ, Κύριε, δίδαξόν με τά δικαιώματά σου.

Τῶν Ἀγγέλων ὁ δῆμος, κατεπλάγη ὁρῶν σε, ἐν νεκροῖς λογισθέντα, τοῦ θανάτου δέ Σωτήρ, τήν ἰσχύν καθελόντα, καί σύν αὐτῷ τόν Ἀδάμ ἐγείραντα, καί ἐξ ᾍδου πάντας ἐλευθερώσαντα.

Εὐλογητός εἶ, Κύριε, δίδαξόν με τά δικαιώματά σου.

Τί τά μύρα, συμπαθῶς τοῖς δάκρυσιν, ὦ Μαθήτριαι κιρνᾶτε; Ὁ ἀστράπτων ἐν τῷ τάφῳ Ἄγγελος, προσεφθέγγετο ταῖς Μυροφόροις· Ἴδετε ὑμεῖς τόν τάφον καί ᾔσθετε· ὁ Σωτήρ γάρ ἐξανέστη τοῦ μνήματος.

Εὐλογητός εἶ, Κύριε, δίδαξόν με τά δικαιώματά σου.

Λίαν πρωΐ, Μυροφόροι ἔδραμον, πρός τό μνῆμά σου θρηνολογοῦσαι· ἀλλ’ ἐπέστη, πρός αὐτάς ὁ Ἄγγελος, καί εἶπε· Θρήνου ὁ καιρός πέπαυται, μή κλαίετε· τήν Ἀνάστασιν δέ, Ἀποστόλοις εἴπατε.

Εὐλογητός εἶ, Κύριε, δίδαξόν με τά δικαιώματά σου.

Μυροφόροι γυναῖκες, μετά μύρων ἐλθοῦσαι, πρός τό μνῆμα σου, Σῶτερ, ἐνηχοῦντο. Ἀγγέλου τρανῶς, πρός αὐτάς φθεγγομένου· Τί μετά νεκρῶν, τόν ζῶντα λογίζεσθε; Ὡς Θεός γάρ, ἐξανέστη τοῦ μνήματος.

Δόξα. Τριαδικόν.

Προσκυνοῦμεν Πατέρα, καί τόν τούτου Υἱόν τε, καί τό Ἅγιον Πνεῦμα· τήν Ἁγίαν Τριάδα, ἐν μιᾷ τῇ οὐσίᾳ, σύν τοῖς Σεραφείμ, κράζοντες τό· Ἅγιος, Ἅγιος, Ἅγιος εἶ, Κύριε.

Καί νῦν. Θεοτοκίον.

Ζωοδότην τεκοῦσα, ἐλυτρώσω Παρθένε, τόν Ἀδάμ ἁμαρτίας, χαρμονήν δέ τῇ Εὔᾳ, ἀντί λύπης παρέσχες· ρεύσαντα ζωῆς, ἴθυνε πρός ταύτην δέ, ὁ ἐκ τοῦ σαρκωθείς Θεός καί ἄνθρωπος.

Ἀλληλούϊα, Ἀλληλούϊα, Ἀλληλούϊα,
Δόξα σοι ὁ Θεός (ἐκ γ’).

 
Προσευχητάριον ὑπέρ τῶν κεκοιμημένων
Ἀρχιμανδρίτου Παύλου Κ. Ντανᾶ

Ἐκδόσεις «Ἄθως»
Ἀθήνα 2005