Tags

,

(Ματθ. θ’ 27-35)

Κείμενον

27 Καὶ παράγοντι ἐκεῖθεν τῷ Ἰησοῦ ἠκολούθησαν αὐτῷ δύο τυφλοί κράζοντες καὶ λέγοντες· ἐλέησον ἡμᾶς, υἱὲ Δαυΐδ.
28 Ἐλθόντι δὲ εἰς τὴν οἰκίαν προσῆλθον αὐτῷ οἱ τυφλοί, καὶ λέγει αὐτοῖς ὁ Ἰησοῦς· πιστεύετε ὅτι δύναμαι τοῦτο ποιῆσαι; Λέγουσιν αὐτῷ· ναί, Κύριε.
29 Τότε ἥψατο τῶν ὀφθαλμῶν αὐτῶν λέγων· κατὰ τὴν πίστιν ὑμῶν, γενηθήτω ἡμῖν.
30 Καὶ ἀνεῴχθησαν αὐτῶν οἱ ὀφθαλμοί· καὶ ἐνεβριμήσατο αὐτοῖς ὁ Ἰησοῦς λέγων· ὁρᾶτε μηδεὶς γινωσκέτω.
31 Οἱ δὲ ἐξελθόντες διεφήμισαν αὐτὸν ἐν ὅλῃ τῇ γῇ ἐκείνῃ.
32 Αὐτῶν δὲ ἐξερχομένων ἰδοὺ προσήνεγκαν αὐτῷ ἄνθρωπον κωφὸν δαιμονιζόμενον·
33 καὶ ἐκβληθέντος τοῦ δαιμονίου ἐλάλησεν ὁ κωφός, καὶ ἐθαύμασαν οἱ ὄχλοι λέγοντες ὅτι οὐδέποτε ἐφάνη οὕτως ἐν τῷ Ἰσραήλ.
34 Οἱ δὲ Φαρισαῖοι ἔλεγον· ἐν τῷ ἄρχοντι τῶν δαιμονίων ἐκβάλλει τὰ δαιμόνια.
35 Καὶ περιῆγεν ὁ Ἰησοῦς τὰς πόλεις πάσας καὶ τὰς κώμας διδάσκων ἐν ταῖς συναγωγαῖς αὐτῶν καὶ κηρύσσων τὸ εὐαγγέλιον τῆς βασιλείας καὶ θεραπεύων πᾶσαν νόσον καὶ πᾶσαν μαλακίαν ἐν τῷ λαῷ.

 
Ἑρμηνευτικὴ ἀπόδοσις

27 Καὶ ἐνῷ ἐπροχώρει ἀπ’ ἐκεῖ ὁ Ἰησοῦς, τὸν ἠκολούθησαν δύο τυφλοί, οἱ ὁποῖοι ἐφώναζαν δυνατὰ καὶ ἔλεγαν· σπλαγχνίσου μας καὶ ἰάτρευσέ μας, ἔνδοξε ἀπόγονε τοῦ Δαβίδ.
28 Ὅταν δὲ ἦλθεν εἰς τὸ σπίτι, ἦλθαν πλησίον του οἱ τυφλοί, καὶ λέγει πρὸς αὐτοὺς ὁ Ἰησοῦς· πιστεύετε, ὅτι ἔχω τὴν δύναμιν νὰ κάνω αὐτὸ ποὺ ζητεῖτε; Λέγουν εἰς αὐτὸν ἐκεῖνοι· ναί, Κύριε.
29 Τότε ἤγγισε μὲ τὰ δάκτυλά του τὰ μάτια τους καὶ εἶπε· σύμφωνα μὲ τὴν πίστιν σας ἂς γίνῃ εἰς σᾶς.
30 Καὶ ἤνοιξαν τὰ μάτια τους· καὶ μὲ αὐστηρότητα παρήγγειλεν εἰς αὐτοὺς ὁ Ἰησοῦς καὶ τοὺς εἶπε· προσέχετε, κανεὶς νὰ μὴ μάθῃ τὸ θαῦμα ποὺ σᾶς ἔκαμα.
31 Αὐτοὶ ὅμως, ὅταν ἐβγῆκαν ἀπὸ τὸ σπίτι, διέδωκαν τὴν φήμην του ὡς θαυματουργοῦ καὶ Μεσσίου εἰς ὅλην τὴν χώραν ἐκείνην.
32 Ὅταν δὲ οἱ δύο αὐτοὶ ἔβγαιναν ἀπὸ τὸ σπίτι, ἰδοὺ ἔφεραν πρὸς τὸν Ἰησοῦν ἄνθρωπον, ποὺ κατείχετο ἀπὸ δαιμόνιον καὶ ἦτο κωφὸς καὶ ἄλαλος.
33 Καὶ ἀφοῦ ἐξεδιώχθη τὸ δαιμόνιον, ὡμίλησεν ὁ κωφὸς καὶ ἐθαύμασαν τὰ πλήθη τοῦ λαοῦ καὶ ἔλεγαν· οὐδέποτε ἐφάνησαν τέτοια θαύματα εἰς τὸ ἔθνος τοῦ Ἰσραήλ. Οὔτε ὅταν οἱ προφῆται καὶ οἱ λοιποὶ ἅγιοι ἄνδρες ἐθαυματούργουν ἐν μέσῳ αὐτοῦ.
34 Οἱ Φαρισαῖοι ὅμως ἔλεγαν· μὲ τὴν βοήθειαν καὶ συνέργειαν τοῦ ἀρχηγοῦ τῶν δαιμονίων βγάζει ἀπὸ τοὺς πάσχοντας τὰ δαιμόνια.
35 Καὶ περιήρχετο ὁ Ἰησοῦς ὅλας τὰς πόλεις καὶ τὰ χωρία, διδάσκων εἰς τὰς συναγωγάς των καὶ κηρύττων τὸ χαρμόσυνον κήρυγμα τῆς βασιλείας τοῦ Θεοῦ καὶ θεραπεύων κάθε ἀσθένειαν καὶ ἀδιαθεσίαν μεταξὺ τοῦ λαοῦ.

 
Ἡ Καινὴ Διαθήκη
μετὰ συντόμου ἑρμηνείας
ὑπὸ Παν. Ν. Τρεμπέλα

Ἀδελφότης Θεολόγων «Ὁ Σωτήρ»
Ἔκδοσις πεντηκοστὴ τρίτη
Ἀθῆναι 2009