Tags

,

(Ματθ. ιζ’ 14-23)

Κείμενον

14 Καὶ ἐλθόντων αὐτῶν πρὸς τὸν ὄχλον προσῆλθεν αὐτῷ ἄνθρωπος γονυπετῶν αὐτὸν καὶ λέγων·
15 Κύριε, ἐλέησόν μου τὸν υἱόν, ὅτι σεληνιάζεται καὶ κακῶς πάσχει· πολλάκις γὰρ πίπτει εἰς τὸ πῦρ καὶ πολλάκις εἰς τὸ ὕδωρ.
16 Καὶ προσήνεγκα αὐτὸν τοῖς μαθηταῖς σου, καὶ οὐκ ἠδυνήθησαν αὐτὸν θεραπεῦσαι.
17 Ἀποκριθεὶς δὲ ὁ Ἰησοῦς εἶπεν· ὦ γενεὰ ἄπιστος καὶ διεστραμμένη! Ἕως πότε ἔσομαι μεθ’ ὑμῶν; Ἕως πότε ἀνέξομαι ὑμῶν; Φέρετέ μοι αὐτὸν ὧδε.
18 Καὶ ἐπετίμησεν αὐτῷ ὁ Ἰησοῦς, καὶ ἐξῆλθεν ἀπ’ αὐτοῦ τὸ δαιμόνιον καὶ ἐθεραπεύθη ὁ παῖς ἀπὸ τῆς ὥρας ἐκείνης.
19 Τότε προσελθόντες οἱ μαθηταὶ τῷ Ἰησοῦ κατ’ ἰδίαν εἶπον· διατὶ ἡμεῖς οὐκ ἠδυνήθημεν ἐκβαλεῖν αὐτό;
20 Ὁ δὲ Ἰησοῦς εἶπεν αὐτοῖς· διὰ τὴν ἀπιστίαν ὑμῶν. Ἀμὴν γὰρ λέγω ὑμῖν, ἐὰν ἔχητε πίστιν ὡς κόκκον σινάπεως, ἐρεῖτε τῷ ὄρει τούτῳ, μετάβηθι ἐντεῦθεν ἐκεῖ, καὶ μεταβήσετε, καὶ οὐδὲν ἀδυνατήσει ὑμῖν.
21 Τοῦτο δὲ τὸ γένος οὐκ ἐκπορεύεται εἰ μὴ ἐν προσευχῇ καὶ νηστείᾳ.
22 Ἀναστρεφομένων δὲ αὐτῶν εἰς τὴν Γαλιλαίαν εἶπεν αὐτοῖς ὁ Ἰησοῦς· μέλλει ὁ υἱὸς τοῦ ἀνθρώπου παραδίδοσθαι εἰς χεῖρας ἀνθρώπων
23 καὶ ἀποκτενοῦσιν αὐτόν, καὶ τῇ τρίτῃ ἡμέρᾳ ἐγερθήσεται. Καὶ ἐλυπήθησαν σφόδρα.

 
Ἑρμηνευτικὴ ἀπόδοσις

14 Καὶ ὅταν ἦλθαν εἰς τὸ πλῆθος τοῦ λαοῦ, τὸν ἐπλησίασε κάποιος ἄνθρωπος, ποὺ ἐγονάτισεν ἐμπρός του, καὶ ἔλεγε·
15 Κύριε, δεῖξε ἔλεος καὶ εὐσπλαγχνίαν εἰς τὸ παιδί μου, διότι σεληνιάζεται καὶ ὑποφέρει ἄσχημα, ἀλλὰ καὶ κινδυνεύει τὸν ἔσχατον κίνδυνον· διότι πολλὲς φορὲς καὶ εἰς τὴν φωτιὰ πίπτει καὶ πολλὲς φορὲς εἰς τὸ νερὸ καὶ κινδυνεύει ἔτσι νὰ καῇ ἢ νὰ πνιγῇ.
16 Καὶ τὸν ἔφερα εἰς τοὺς μαθητάς σου καὶ δὲν ἠμπόρεσαν νὰ τὸν θεραπεύσουν.
17 Ἀπεκρίθη δὲ ὁ Ἰησοῦς καὶ εἶπεν· ὦ γενεά, ποὺ τόσα θαύματα εἶδες καὶ εἶσαι ἀκόμη ἄπιστος, καὶ ἀπὸ τὴν κακίαν σου εἶσαι διεστραμμένη, ἕως πότε θὰ εἶμαι μαζί σας; Ἕως πότε θὰ σᾶς ἀνέχωμαι; Φέρτε τόν μου ἐδῶ.
18 Καὶ ἐπέπληξεν αὐτὸν ὁ Ἰησοῦς καὶ ἐβγῆκεν ἀπ’ αὐτὸν τὸ δαιμόνιον καὶ ἐθεραπεύθη τὸ παιδίον ἀπὸ τὴν ὥραν ἐκείνην.
19 Τότε ἀφοῦ οἱ μαθηταὶ ἐπλησίασαν ἰδιαιτέρως τὸν Ἰησοῦν, εἶπον· διατὶ ἡμεῖς δὲν ἠμπορέσαμεν νὰ βγάλωμεν τὸ δαιμόνιον αὐτό;
20 Ὁ δὲ Κύριος τοὺς εἶπε· ἐπειδὴ σᾶς λείπει πίστις. Διότι ἀληθῶς σᾶς λέγω, ἐὰν ἔχετε πίστιν θερμὴν καὶ σφοδρὰν σὰν τὸν μικρὸν σπόρον τοῦ σιναπιοῦ, θὰ εἴπητε εἰς τὸ βουνὸν αὐτό, πήγαινε ἀπ’ ἐδῶ ἐκεῖ, καὶ θὰ μετακινηθῇ. Καὶ τίποτε δὲν θὰ εἶναι ἀδύνατον εἰς σᾶς.
21 Αὐτὸ δὲ τὸ εἶδος τῶν δαιμόνων δὲν βγαίνει ἀπὸ τὸν ἄνθρωπον, ποὺ ἔχει καταληφθῆ ἀπὸ αὐτό, παρὰ μὲ προσευχὴν συνοδευμένην καὶ μὲ νηστείαν, ὥστε ἡ προσευχὴ νὰ γίνεται μὲ διάνοιαν, ὅσον τὸ δυνατὸν ἐλαφροτέραν καὶ περισσότερον προσηλωμένην εἰς τὸν Θεόν.
22 Καὶ ἐνῷ ἐγύριζαν αὐτοὶ εἰς τὴν Γαλιλαίαν, τοὺς εἶπεν ὁ Ἰησοῦς· μέλλει ὁ υἱὸς τοῦ ἀνθρώπου νὰ παραδοθῇ ἐντὸς ὀλίγου εἰς χεῖρας ἀνθρώπων
23 καὶ θὰ τὸν θανατώσουν, καὶ τὴν τρίτην ἡμέραν ἀπὸ τοῦ θανάτου του θὰ ἀναστηθῇ. Καὶ ἐλυπήθησαν οἱ μαθηταὶ ὑπερβολικά.

 
Ἡ Καινὴ Διαθήκη
μετὰ συντόμου ἑρμηνείας
ὑπὸ Παν. Ν. Τρεμπέλα

Ἀδελφότης Θεολόγων «Ὁ Σωτήρ»
Ἔκδοσις πεντηκοστὴ τρίτη
Ἀθῆναι 2009