Tags

,

(Λουκ. η’ 41 – 56)

Κείμενον

41 Καὶ ἰδοὺ ἦλθεν ἀνὴρ ᾧ ὄνομα Ἰάειρος, καὶ αὐτὸς ἄρχων τῆς συναγωγῆς ὑπῆρχε· καὶ πεσὼν παρὰ τοὺς πόδας τοῦ Ἰησοῦ παρεκάλει αὐτὸν εἰσελθεῖν εἰς τὸν οἶκον αὐτοῦ,
42 ὅτι θυγάτηρ μονογενὴς ἦν αὐτῷ ὡς ἐτῶν δώδεκα, καὶ αὕτη ἀπέθνησκεν. Ἐν δὲ τῷ ὑπάγειν αὐτὸν οἱ ὄχλοι συνέπνιγον αὐτόν.
43 Καὶ γυνὴ οὖσα ἐν ῥύσει αἵματος ἀπὸ ἐτῶν δώδεκα, ἥτις ἰατροῖς προσαναλώσασα ὅλον τὸν βίον οὐκ ἴσχυσεν ὑπ’ οὐδενὸς θεραπευθῆναι,
44 προσελθοῦσα ὄπισθεν ἥψατο τοῦ κρασπέδου τοῦ ἱματίου αὐτοῦ, καὶ παραχρῆμα ἔστη ἡ ῥύσις τοῦ αἵματος αὐτῆς.
45 Καὶ εἶπεν ὁ Ἰησοῦς· τίς ὁ ἁψάμενός μου; Ἀρνουμένων δὲ πάντων εἶπεν ὁ Πέτρος καὶ οἱ σὺν αὐτῷ· ἐπιστάτα, οἱ ὄχλοι συνέχουσί σε καὶ ἀποθλίβουσι, καὶ λέγεις τίς ὁ ἁψάμενός μου;
46 Ὁ δὲ Ἰησοῦς εἶπεν· ἥψατό μού τις· ἐγὼ γὰρ ἔγνων δύναμιν ἐξελθοῦσαν ἀπ’ ἐμοῦ.
47 Ἰδοῦσα δὲ ἡ γυνὴ ὅτι οὐκ ἔλαθε, τρέμουσα ἦλθε καὶ προσπεσοῦσα αὐτῷ δι’ ἣν αἰτίαν ἥψατο αὐτοῦ ἀπήγγειλεν αὐτῷ ἐνώπιον παντὸς τοῦ λαοῦ, καὶ ὡς ἰάθη παραχρῆμα.
48 Ὁ δὲ εἶπεν αὐτῇ· θάρσει, θύγατερ, ἡ πίστις σου σέσωκέ σε· πορεύου εἰς εἰρήνην.
49 Ἔτι αὐτοῦ λαλοῦντος ἔρχεταί τις παρὰ τοῦ ἀρχισυναγώγου λέγων αὐτῷ ὅτι τέθνηκεν ἡ θυγάτηρ σου· μὴ σκύλλε τὸν διδάσκαλον.
50 Ὁ δὲ Ἰησοῦς ἀκούσας ἀπεκρίθη αὐτῷ λέγων· μὴ φοβοῦ· μόνον πίστευε, καὶ σωθήσεται.
51 Ἐλθὼν δὲ εἰς τὴν οἰκίαν οὐκ ἀφῆκεν εἰσελθεῖν οὐδένα εἰ μὴ Πέτρον καὶ Ἰωάννην καὶ Ἰάκωβον καὶ τὸν πατέρα τῆς παιδὸς καὶ τὴν μητέρα.
52 Ἔκλαιον δὲ πάντες καὶ ἐκόπτοντο αὐτήν. Ὁ δὲ εἶπε· μὴ κλαίετε· οὐκ ἀπέθανεν, ἀλλὰ καθεύει.
53 Καὶ κατεγέλων αὐτοῦ, εἰδότες ὅτι ἀπέθανεν.
54 Αὐτὸς δὲ ἐκβαλὼν ἔξω πάντας καὶ κρατήσας τῆς χειρὸς αὐτῆς ἐφώνησε λέγων· ἡ παῖς, ἐγείρου.
55 Καὶ ἐπέστρεψε τὸ πνεῦμα αὐτῆς, καὶ ἀνέστη παραχρῆμα, καὶ διέταξεν αὐτῇ δοθῆναι φαγεῖν.
56 Καὶ ἐξέστησαν οἱ γονεῖς αὐτῆς. Ὁ δὲ παρήγγειλεν αὐτοῖς μηδενὶ εἰπεἶν τὸ γεγονός.

 
Ἑρμηνευτικὴ ἀπόδοσις

41 Καὶ ἰδοὺ ἦλθεν εἰς τὸν Ἰησοῦν κάποιος ἄνθρωπος, ποὺ ὠνομάζετο Ἰάειρος. Καὶ ἦτο αὐτὸς ἄρχων τῆς συναγωγῆς. Καὶ ἀφοῦ ἔπεσε γονατιστὸς πλησίον τῶν ποδῶν τοῦ Ἰησοῦ, τὸν παρεκάλει νὰ ἔμβῃ εἰς τὸν οἶκον του·
42 διότι εἶχε κόρην μονάκριβον περίπου δώδεκα χρόνων, καὶ αὕτη ἦτο εἰς τὰ τελευταῖα της καὶ ἐπέθαινεν. Ὅταν δὲ ὁ Ἰησοῦς ἐπήγαινε εἰς τὸ σπίτι τοῦ Ἰαείρου, τὰ πλήθη τοῦ λαοῦ τὸν ἐστενοχώρουν καὶ τὸν ἐπίεζον.
43 Καὶ μία γυναῖκα, ποὺ ὑπέφερεν ἀπὸ αἱμορραγίαν πρὸ δώδεκα ἐτῶν, ἡ ὁποία μαζὶ μὲ τὰ ἄλλα βάσανα τῆς ἀσθενείας εἶχεν ἐξοδεύσει ὅλην τὴν περιουσίαν της εἰς ἰατροὺς καὶ δὲν ἠδυνήθη νὰ θεραπευθῇ ἀπὸ κανένα,
44 ἀφοῦ ἐπλησίασεν ἀπὸ πίσω τὸν Ἰησοῦν, ὥστε νὰ μὴ τὴν ἀντιληφθῇ κανείς, ἐπειδὴ ἐντρέπετο νὰ γίνῃ φανερὸν τὸ νόσημά της, ἤγγισε τὸ ἄκρον τοῦ ἐξωτερικοῦ ἐνδύματός του καὶ παρευθὺς ἐσταμάτησεν ἡ αἱμορραγία της.
45 Καὶ εἶπεν ὁ Ἰησοῦς· ποῖος εἶναι ἐκεῖνος, ποὺ μὲ ἤγγισεν; Ἐπειδὴ δὲ ὅλοι οἱ τριγύρω ἠρνοῦντο, εἶπεν ὁ Πέτρος καὶ οἱ ἄλλοι μαθηταί, ποὺ ἦσαν μαζί του· Διδάσκαλε, τὰ πλήθη τοῦ λαοῦ σὲ περιεκύκλωσαν καὶ σὲ πιέζουν· καὶ σὺ λέγεις· ποῖος μὲ ἤγγισε;
46 Ὁ Ἰησοῦς ὅμως εἶπε· κάποιος μὲ ἤγγισε. Διότι ἐγὼ ἐκατάλαβα, ὅτι ἐβγῆκεν ἀπὸ ἐπάνω μου δύναμις θαυματουργική.
47 Ὅταν δὲ εἶδεν ἡ γυναῖκα, ὅτι δὲν ἐκρύφθη καὶ δὲν ἐξέφυγεν ἀπὸ τὸν Ἰησοῦν αὐτὸ ποὺ ἔκαμεν, ἦλθε τρέμουσα ἀπὸ τὸν φόβον της καὶ ἀφοῦ ἔπεσε γονατιστὴ πρὸ αὐτοῦ, διηγήθη εἰς αὐτὸν ἐμπρὸς εἰς ὅλον τὸ πλῆθος τοῦ λαοῦ τὴν αἰτίαν, διὰ τὴν ὁποίαν τὸν ἤγγισε, καὶ πῶς ἐθεραπεύθη ἀμέσως.
48 Ὁ Ἰησοῦς δὲ τῆς εἶπεν· ἔχε θάρρος, κόρη μου· ἡ πεποίθησις ποὺ εἶχες, ὅτι θὰ εὕρισκες τὴν ὑγείαν σου, ἐὰν μὲ ἤγγιζες, αὐτὴ ἡ πίστις σου σὲ ἔχει θεραπεύσει. Πήγαινε εἰς τὸ καλό, εἰρηνικὴ καὶ ἐλευθέρα ἀπὸ κάθε ἀνησυχίαν, ποὺ ἐδοκίμαζες προτήτερα ἐξ αἰτίας τῆς ἀσθενείας σου.
49 Ἐνῷ δὲ ὡμίλει ἀκόμη ὁ Ἰησοῦς, ἦλθε κάποιος ἀπὸ τὸ σπίτι τοῦ ἀρχισυναγώγου καὶ τοῦ εἶπεν ὅτι ἀπέθανεν ἡ κόρη σου· μὴ βάζῃς πλέον εἰς κόπον καὶ ἐνόχλησιν τὸν Διδάσκαλον.
50 Ὁ Ἰησοῦς ὅμως, ὅταν ἤκουσε τὴν εἴδησιν αὐτήν, ἔδωκεν εἰς αὐτὸν τὴν ἀπάντησιν καὶ εἶπε· μὴ φοβῆσαι, μόνον ἐξακολούθει νὰ πιστεύῃς καὶ θὰ σωθῇ ἀπὸ τὸν θάνατον ἡ κόρη σου.
51 Ὅταν δὲ ἦλθεν εἰς τὸ σπίτι τοῦ Ἰαείρου, δὲν ἀφῆκε νὰ ἔμβῃ κανεὶς ἄλλος εἰς τὸ δωμάτιον τῆς νεκρᾶς, παρὰ μόνον ὁ Πέτρος καὶ ὁ Ἰωάννης καὶ ὁ Ἰάκωβος καὶ ὁ πατέρας τοῦ κορασίου καὶ ἡ μητέρα.
52 Ἔκλαιον δὲ ὅλοι καὶ ἐκτυποῦσαν τὰ στήθη των καὶ τὰς κεφαλάς των διὰ τὴν νεκράν. Αὐτὸς δὲ τοὺς εἶπε· μὴ κλαίετε· δὲν ἀπέθανεν, ἀλλὰ κοιμᾶται.
53 Καὶ τὸν περιγελοῦσαν, διότι ἦσαν βέβαιοι, ὅτι τὸ κοράσιον ἦτο πεθαμένον.
54 Αὐτὸς ὅμως, ἀφοῦ ἔβγαλεν ἔξω ὅλους καὶ ἔπιασε τὸ χέρι της, ἐφώναξε καὶ εἶπε· κόρη, σήκω ἐπάνω.
55 Καὶ ἐπέστρεψεν εἰς τὸ σῶμα ἡ ψυχή της, καὶ ἀνεστήθη ἀμέσως· καὶ ὁ Ἰησοῦς διέταξε νὰ τῆς δοθῇ φαγητὸν νὰ φάγῃ διὰ νὰ ἀναλάβῃ δυνάμεις κατόπιν τῆς ἐξαντλήσεως, ποὺ τῆς εἶχε φέρει ἡ μακρὰ καὶ θανατηφόρος ἀσθένειά της.
56 Καὶ ἐκυριεύθησαν ἀπὸ βαθὺν καὶ μεγάλον θαυμασμὸν οἱ γονεῖς της. Ὁ δὲ Ἰησοῦς τοὺς παρήγγειλε νὰ μὴ εἴπουν εἰς κανένα τὸ γεγονός, διὰ νὰ μὴ ἐρεθίζεται ὁ φθόνος τῶν ἐχθρῶν του.

 
Ἡ Καινὴ Διαθήκη
μετὰ συντόμου ἑρμηνείας
ὑπὸ Παν. Ν. Τρεμπέλα

Ἀδελφότης Θεολόγων «Ὁ Σωτήρ»
Ἔκδοσις πεντηκοστὴ τρίτη
Ἀθῆναι 2009