Tags

Ἦχος δ’. Κατεπλάγη Ἰωσήφ.

Ἐκ τῆς ῥίζης Ἰεσσαί, καὶ ἐξ ὀσφύος τοῦ Δαυΐδ, ἡ θεόπαις Μαριάμ, τίκτεται σήμερον ἡμῖν· διὸ καὶ χαίρει ἡ σύμπασα καὶ καινουργεῖται· συγχαίρει τε ὁμοῦ, ὁ οὐρανὸς καὶ ἡ γῆ. Αἰνέσατε αὐτὴν αἱ πατριαὶ τῶν ἐθνῶν. Ἰωακεὶμ εὐφραίνεται, καὶ Ἄννα πανηγυρίζει κραυγάζουσα· ἡ στεῖρα τίκτει τὴν Θεοτόκον, καὶ τροφὸν τῆς ζωῆς ἡμῶν.

 
Ὡρολόγιον τὸ Μέγα
ὑπὸ Βαρθολομαίου Κουτλουμουσιανοῦ τοῦ Ἰμβρίου

Ἐκ τοῦ ἑλληνικοῦ τυπογραφείου «ὁ Φοίνιξ»
Βενετία 1870