Tags

Ἦχος α’.

Ὑπομονῆς στύλος γέγονας, ζηλώσας τοὺς προπάτορας Ὅσιε, τὸν Ἰὼβ ἐν τοῖς πάθεσι, τὸν Ἰωσὴφ ἐν τοῖς πειρασμοῖς, καὶ τὴν τῶν Ἀσωμάτων πολιτείαν, ὑπάρχων ἐν σώματι. Συμεὼν Πατὴρ ἡμῶν ὅσιε, πρέσβευε Χριστῷ τῷ Θεῷ, σωθῆναι τὰς ψυχὰς ἡμῶν.

 
Ἕτερον. Ἦχος β’. Αὐτόμελον.

Τὰ ἄνω ζητῶν, τοῖς κάτω συναπτόμενος, καὶ ἅρμα πυρός, τὸν στύλον ἐργασάμενος, δι’ αὐτοῦ συνόμιλος τῶν Ἀγγέλων γέγονας Ὅσιε, σὺν αὐτοῖς Χριστῷ τῷ Θεῷ, πρεσβεύων ἀπαύστως ὑπὲρ πάντων ἡμῶν.

 
Ὡρολόγιον τὸ Μέγα
ὑπὸ Βαρθολομαίου Κουτλουμουσιανοῦ τοῦ Ἰμβρίου

Ἐκ τοῦ ἑλληνικοῦ τυπογραφείου «ὁ Φοίνιξ»
Βενετία 1870