Tags

Ἦχος δ’.

Ἐν σοὶ Μῆτερ ἀκριβῶς διεσώθη τὸ κατ’ εἰκόνα· λαβοῦσα γὰρ τὸν σταυρόν, ἠκολούθησας τῷ Χριστῷ, καὶ πράττουσα ἐδίδασκες, ὑπερορᾷν μὲν σαρκός, παρέρχεται γάρ· ἐπιμελεῖσθαι δὲ ψυχῆς, πράγματος ἀθανάτου· διὸ καὶ μετὰ Ἀγγέλων συναγάλλεται, Ὁσία Θεοδώρα τὸ πνεῦμά σου.

 
Ὡρολόγιον τὸ Μέγα
ὑπὸ Βαρθολομαίου Κουτλουμουσιανοῦ τοῦ Ἰμβρίου

Ἐκ τοῦ ἑλληνικοῦ τυπογραφείου «ὁ Φοίνιξ»
Βενετία 1870