Tags

,

(Ματθ. κβ’ 35 – 46)

Κείμενον

35 Καὶ ἐπηρώτησεν εἷς ἐξ αὐτῶν, νομικός, πειράζων αὐτὸν καὶ λέγων·
36 διδάσκαλε, ποία ἐντολὴ μεγάλη ἐν τῷ νόμῳ;
37 Ὁ δὲ Ἰησοῦς ἔφη αὐτῷ· ἀγαπήσεις Κύριον τὸν Θεόν σου ἐν ὅλῃ τῇ καρδίᾳ σου καὶ ἐν ὅλῃ τῇ ψυχῇ σου καὶ ἐν ὅλῃ τῇ διανοίᾳ σου.
38 Αὕτη ἐστὶ πρώτη καὶ μεγάλη ἐντολή.
39 Δευτέρα δὲ ὁμοία αὐτῇ· ἀγαπήσεις τὸν πλησίον σου ὡς σεαυτόν.
40 Ἐν ταύταις ταῖς δυσὶν ἐντολαῖς ὅλος ὁ νόμος καὶ οἱ προφῆται κρέμανται.
41. Συνηγμένων δὲ τῶν Φαρισαίων ἐπηρώτησεν αὐτοὺς ὁ Ἰησοῦς
42 λέγων· τί ὑμῖν δοκεῖ περὶ τοῦ Χριστοῦ; Τίνος υἱός ἐστι; Λέγουσιν αὐτῷ· τοῦ Δαυΐδ.
43 Λέγει αὐτοῖς· πῶς οὖν Δαυῒδ ἐν Πνεύματι Κύριον αὐτὸν καλεῖ λέγων,
44 εἶπεν ὁ Κύριος τῷ Κυρίῳ μου, κάθου ἐκ δεξιῶν μου ἕως ἂν θῶ τοὺς ἐχθρούς σου ὑποπόδιον τῶν ποδῶν σου;
45 Εἰ οὖν Δαυῒδ καλεῖ αὐτὸν Κύριον, πῶς υἱὸς αὐτοῦ ἐστι;
46 Καὶ οὐδεὶς ἐδύνατο αὐτῷ ἀποκριθῆναι λόγον, οὐδὲ ἐτόλμησέ τις ἀπ’ ἐκείνης τῆς ἡμέρας ἐπερωτῆσαι αὐτὸν οὐκέτι.

 
Ἑρμηνευτικὴ ἀπόδοσις

35 Καὶ ἕνας ἀπὸ αὐτοὺς νομοδιδάσκαλος ἠρώτησε δοκιμάζων αὐτόν, σὰν ποίαν ἀπόκρισιν θὰ ἔδιδε, καὶ λέγων·
36 Διδάσκαλε, ποία ἐντολὴ εἶναι ἡ πιὸ μεγάλη μέσα εἰς τὸν νόμον;
37 Ὁ δὲ Ἰησοῦς τοῦ εἶπεν· ὀφείλεις νὰ ἀγαπᾷς Κύριον τὸν Θεόν σου μὲ ὅλην σου τὴν καρδίαν, ὥστε αὐτὸν ἐξ ὁλοκλήρου νὰ ποθῇς, καὶ μὲ ὅλην σου τὴν ψυχήν, ὥστε ὁλόκληρος ἡ θέλησίς σου εἰς αὐτὸν νὰ εἶναι παραδομένη, καὶ μὲ τὸν νοῦν σου ὁλόκληρον, ὥστε αὐτὸν πάντοτε νὰ σκέπτεσαι.
38 Αὐτὴ εἶναι ἡ πρώτη καὶ μεγάλη ἐντολή.
39 Δευτέρα δὲ ἐντολὴ ὁμοία πρὸς αὐτὴν εἶναι· νὰ ἀγαπᾷς τὸν πλησίον σου, ὅπως ἀγαπᾷς τὸν ἑαυτόν σου.
40 Εἰς αὐτὰς τὰς δύο ἐντολὰς ὅλος ὁ νόμος καὶ ἡ διδασκαλία τῶν προφητῶν στηρίζονται.
41 Ἐνῷ δὲ ἦσαν συναγμένοι οἱ Φαρισαῖοι, τοὺς ἐρώτησεν ὁ Ἰησοῦς
42 λέγων· τί ἰδέαν ἔχετε περὶ τοῦ Μεσσίου, ποὺ θὰ ἀναδειχθῇ καὶ θὰ χρισθῇ τοιοῦτος ἀπὸ αὐτὸν τὸν Θεόν; Τίνος ἀπόγονος εἶναι; Λέγουν εἰς αὐτόν· εἶναι ἀπόγονος τοῦ Δαβίδ.
43 Λέγει εἰς αὐτούς· πῶς λοιπὸν ὁ Δαβὶδ ἐμπνεόμενος ἀπὸ τὸ Ἅγιον Πνεῦμα τὸν ἀποκαλεῖ Κύριον, ὅταν λέγῃ:
44 Εἶπεν ὁ Κύριος καὶ Θεὸς εἰς τὸν Κύριόν μου Χριστόν· κάθισε ἐπὶ τοῦ θρόνου μου εἰς τὰ δεξιά μου, μέχρις ὅτου θέσω τοὺς ἐχθρούς σου σὰν ἄλλο ὑποστήριγμα, ποὺ θὰ ἀκουμποῦν καὶ θὰ πατοῦν ἐπάνω τὰ πόδια σου. Ἀλλ’ οἱ πάπποι ποτὲ δὲν καλοῦν τὰ ἐγγόνια καὶ τρισέγγονά των κυρίους των. Οὔτε στέκει ποτὲ οἱ πρόγονοι νὰ προσφωνοῦν τοὺς ἀπογόνους των κυρίους.
45 Ἐὰν λοιπὸν ὁ Δαβὶδ τὸν ἀποκαλῇ Κύριον, πῶς εἶναι υἱὸς καὶ ἀπόγονός του; Αὐτὸ σημαίνει ὅτι ὁ Μεσσίας δὲν εἶναι μόνον υἱὸς τοῦ Δαβίδ, ἀλλὰ καὶ υἱὸς τοῦ Θεοῦ καὶ ὡς τοιοῦτος εἶναι καὶ κύριος τοῦ Δαβίδ.
46 Καὶ κανεὶς δὲν ἠμπόρεσε νὰ τοῦ ἀποκριθῇ οὔτε λέξιν, οὐδὲ ἐτόλμησε κανεὶς ἀπὸ τὴν ἡμέραν ἐκείνην νὰ τὸν ἐρωτήσῃ πλέον.

 
Ἡ Καινὴ Διαθήκη
μετὰ συντόμου ἑρμηνείας
ὑπὸ Παν. Ν. Τρεμπέλα

Ἀδελφότης Θεολόγων «Ὁ Σωτήρ»
Ἔκδοσις πεντηκοστὴ τρίτη
Ἀθῆναι 2009