Tags

,

(Μαρκ. β’ 1-12)

Κείμενον

1 Καὶ εἰσῆλθε πάλιν εἰς Καπερναοὺμ δι’ ἡμερῶν καὶ ἠκούσθη ὅτι εἰς οἶκον ἐστι.
2 Καὶ εὐθέως συνήχθησαν πολλοί, ὥστε μηκέτι χωρεῖν μηδὲ τὰ πρὸς τὴν θύραν· καὶ ἐλάλει αὐτοῖς τὸν λόγον.
3 Καὶ ἔρχονται πρὸς αὐτὸν παραλυτικὸν φέροντες, αἰρόμενον ὑπὸ τεσσάρων·
4 καὶ μὴ δυνάμενοι προσεγγίσαι αὐτῷ διὰ τὸν ὄχλον, ἀπεστέγασαν τὴν στέγην ὅπου ἦν, καὶ ἐξορύξαντες χαλῶσι τὸν κράβαττον, ἐφ’ ᾧ ὁ παραλυτικὸς κατέκειτο.
5 Ἰδὼν δὲ ὁ Ἰησοῦς τὴν πίστιν αὐτῶν λέγει τῷ παραλυτικῷ· τέκνον, ἀφέωνταί σοι αἱ ἁμαρτίαι σου.
6 Ἦσαν δέ τινες τῶν γραμματέων ἐκεῖ καθήμενοι καὶ διαλογιζόμενοι ἐν ταῖς καρδίαις αὐτῶν·
7 τί οὗτος οὕτω λαλεῖ βλασφημίας; Τίς δύναται ἀφιέναι ἁμαρτίας εἰ μὴ εἶς ὁ Θεός;
8 Καὶ εὐθέως ἐπιγνοὺς ὁ Ἰησοῦς τῷ πνεύματι αὐτοῦ ὅτι οὕτως αὐτοὶ διαλογίζονται ἐν ἑαυτοῖς, εἶπεν αὐτοῖς· τί ταῦτα διαλογίζεσθε ἐν ταῖς καρδίαις ὑμῶν;
9 Τί ἐστιν εὐκοπώτερον, εἰπεῖν τῷ παραλυτικῷ, ἀφέωνταί σου αἱ ἁμαρτίαι, ἢ εἰπεῖν, ἔγειρε καὶ ἆρον τὸν κράββατόν σου καὶ περιπάτει;
10 Ἵνα δὲ εἰδῆτε ὅτι ἐξουσίαν ἔχει ὁ υἱὸς τοῦ ἀνθρώπου ἀφιέναι ἐπὶ τῆς γῆς ἁμαρτίας – λέγει τὸ παραλυτικῷ·
11 σοὶ λέγω, ἔγειρε καὶ ἆρον τὸν κράβαττόν σου καὶ ὕπαγε εἰς τὸν οἶκόν σου.
12 Καὶ ἠγέρθη εὐθέως, καὶ ἄρας τὸν κράβαττον ἐξῆλθεν ἐναντίον πάντων, ὥστε ἐξίστασθαι πάντας καὶ δοξάζειν τὸν Θεὸν λέγοντας ὅτι οὐδέποτε οὕτως εἴδομεν.

 
Ἑρμηνευτικὴ ἀπόδοσις

1 Καὶ ὕστερα ἀπὸ μερικὰς ἡμέρας ἐμβῆκε πάλιν εἰς τὴν Καπερναούμ· καὶ ἔγινε γνωστόν, ὅτι εἶναι εἰς κάποιαν οἰκίαν.
2 Καὶ ἀμέσως ἐμαζεύθησαν πολλοί, ὥστε ἀφοῦ ἐγέμισεν ἡ οἰκία, νὰ μὴ χωροῦν πλέον τὸν λαὸν οὔτε τὰ πλησίον τῆς θύρας μέρη. Καὶ τοὺς ἐδίδασκε τὸν λόγον τοῦ Θεοῦ.
3 Καὶ ἔρχοντο πρὸς αὐτὸν καὶ τοῦ ἔφεραν κάποιον παραλυτικόν, ποὺ τὸν ἐσήκωναν ἐπάνω εἰς κρεββάτι τέσσαρες.
4 Καὶ ἐπειδὴ δὲν ἠμποροῦσαν ἐξ αἰτίας τοῦ πλήθους τοῦ λαοῦ νὰ τὸν πλησιάσουν, ἐξεσκέπασαν τὴν σκεπὴν εἰς τὸ μέρος, ὅπου ὁ Κύριος εὑρίσκετο καί, ἀφοῦ ἤνοιξαν τρύπαν, ἔρριψαν κάτω σιγὰ τὸ κρεββάτι, ἐπὶ τοῦ ὁποίου ἦτο ἐξαπλωμένος ὁ παραλυτικός.
5 Ὅταν δὲ ὁ Ἰησοῦς εἶδε τὴν πίστιν, ποὺ εἶχαν καὶ ὁ παραλυτικὸς καὶ ἐκεῖνοι ποὺ τὸν ἔφεραν, λέγει εἰς τὸν παραλυτικόν, ὁ ὁποῖος εὑρίσκετο εἰς ἀνησυχίαν, μήπως αἱ ἁμαρτίαι του γίνουν ἐμπόδιον εἰς τὴν θεραπείαν του· τέκνον, σοῦ ἔχουν συγχωρηθῆ αἱ ἁμαρτίαι σου, αἱ ὁποῖαι εἶναι καὶ ἡ αἰτία τῆς σωματικῆς σου παραλύσεως.
6 Ἦσαν δὲ μερικοὶ ἀπὸ τοὺς γραμματεῖς, οἱ ὁποῖοι ἐκάθηντο ἐκεῖ καὶ διελογίζοντο εἰς τὸ ἐσωτερικόν των καὶ εἰς τὰς διανοίας των·
7 Διατί ὁ ἄνθρωπος αὐτὸς ὁμιλεῖ ἔτσι καὶ ἐκστομίζει βλασφημίας; Ποῖος ἄλλος ἠμπορεῖ νὰ συγχωρῇ ἁμαρτίας, παρὰ μόνον ἕνας, ὁ Θεός;
8 Καὶ ἀμέσως ὁ Ἰησοῦς ἀντελήφθη ὑπεφυσικῶς μὲ τὸ φωτιζόμενον ἀπὸ τὴν θεότητά του πνεῦμα του, ὅτι αὐτοὶ διελογίζονται μέσα τους ἔτσι, καὶ τοὺς εἶπε· διατί δέχεσθε καὶ κυκλοφορεῖτε τέτοιους λογισμοὺς μέσα εἰς τὰς καρδίας σας;
9 Τί εἶναι εὐκολώτερον, τὸ νὰ εἶπω εἰς τὸν παραλυτικὸν εἶναι συγχωρημέναι αἱ ἁμαρτίαι σου ἢ νὰ τοῦ εἴπω, σήκω καὶ πάρε εἰς τὸν ὦμον σου τὸ κρεββάτι σου καὶ περιπάτει; Σεῖς θεωρεῖτε δυσκολώτερον τὸ τελευταῖον τοῦτο.
10 Διὰ νὰ μάθετε λοιπόν, ὅτι ὁ υἱὸς τοῦ ἀνθρώπου, ὁ Μεσσίας, ὁ μοναδικὸς ἐκπρόσωπος τῆς ἀνθρωπότητος, ὁ ὁποῖος θὰ ἔλθῃ καὶ πάλιν ἐπὶ τῶν νεφελῶν ὡς Κριτὴς ἔνδοξος, ἔχει ἐξουσίαν νὰ συγχωρῇ ἐπὶ τῆς γῆς ἁμαρτίας – τότε ὁ Κύριος λέγει εἰς τὸν παραλυτικόν·
11 Εἰς σέ, ποὺ πιστεύεις, ὁμιλῶ· σήκω καὶ πάρε εἰς τὸν ὦμον σου τὸ κρεββάτι σου καὶ πήγαινε εἰς τὸν οἶκον σου.
12 Καὶ ἐσηκώθη ἀμέσως καὶ ἀφοῦ ἐπῆρε τὸ κρεββάτι του ἐβγῆκεν ἀπὸ τὸ σπίτι ἐκεῖνο ἐμπρὸς εἰς ὅλους, ὥστε τὸν εἶδαν μὲ τὰ μάτια των καὶ κατεπλάγησαν ὅλοι καὶ ἐδόξασαν τὸν Θεὸν λέγοντες, ὅτι ποτὲ ἕως τώρα δὲν εἴδαμεν ἔτσι, παραλυτικὸς μὲ μίαν προσταγὴν νὰ σηκώνεται ἀμέσως ὑγιὴς καὶ νὰ περιπατῇ.

 
Ἡ Καινὴ Διαθήκη
μετὰ συντόμου ἑρμηνείας
ὑπὸ Παν. Ν. Τρεμπέλα

Ἀδελφότης Θεολόγων «Ὁ Σωτήρ»
Ἔκδοσις πεντηκοστὴ τρίτη
Ἀθῆναι 2009