Tags

,

(Μάρκ. ιε’ 43 – ιστ’ 8)

Κείμενον

43 Ἐλθὼν Ἰωσὴφ ὁ ἀπὸ Ἀριμαθαίας, εὐσχήμων βουλευτής, ὃς καὶ αὐτὸς ἦν προσδεχόμενος τὴν βασιλείαν τοῦ Θεοῦ, τολμήσας εἰσῆλθε πρὸς Πιλᾶτον καὶ ᾐτήσατο τὸ σῶμα τοῦ Ἰησοῦ.
44 Ὁ δὲ Πιλᾶτος ἐθαύμασεν εἰ ἤδη τέθνηκε, καὶ προσκαλεσάμενος τὸν κεντυρίωνα ἐπηρώτησεν αὐτὸν εἰ πάλαι ἀπέθανε·
45 καὶ γνοὺς ἀπὸ τοῦ κεντυρίωνος ἐδωρήσατο τὸ σῶμα τῷ Ἰωσήφ.
46 Καὶ ἀγοράσας σινδόνα καὶ καθελὼν αὐτὸν ἐνείλησε τῇ σινδόνι καὶ κατέθηκεν αὐτὸν ἐν μνημείῳ, ὃ ἦν λελατομημένον ἐκ πέτρας, καὶ προσεκύλισε λίθον ἐπὶ τὴν θύραν τοῦ μνημείου.
47 Ἡ δὲ Μαρία ἡ Μαγδαληνὴ καὶ Μαρία Ἰωσῆ ἐθεώρουν ποῦ τίθεται.
1 Καὶ διαγενομένου τοῦ σαββάτου Μαρία ἡ Μαγδαληνὴ καὶ Μαρία ἡ τοῦ Ἰακώβου καὶ Σαλώμη ἠγόρασαν ἀρώματα ἵνα ἐλθοῦσαι ἀλείψωσιν αὐτόν.
2 Καὶ λίαν πρωῒ τῆς μιᾶς σαββάτων ἔρχονται ἐπὶ τὸ μνημεῖον, ἀνατείλαντος τοῦ ἡλίου.
3 Καὶ ἔλεγον πρὸς ἑαυτάς· τίς ἀποκυλίσει ἡμῖν τὸν λίθον ἐκ τῆς θύρας τοῦ μνημείου;
4 Καὶ ἀναβλέψασαι θεωροῦσιν ὅτι ἀποκεκύλισται ὁ λίθος· ἦν γὰρ μέγας σφόδρα.
5 Καὶ εἰσελθοῦσαι εἰς τὸ μνημεῖον εἶδον νεανίσκον καθήμενον ἐν τοῖς δεξιοῖς, περιβεβλημένον στολὴν λευκήν, καὶ ἐξεθαμβήθησαν.
6 Ὁ δὲ λέγει αὐταῖς· μὴ ἐκθαμβεῖσθε· Ἰησοῦν ζητεῖτε τὸν Ναζαρηνὸν τὸν ἐσταυρωμένον· ἠγέρθη, οὐκ ἔστιν ὧδε· ἴδε ὁ τόπος ὅπου ἔθηκαν αὐτόν.
7 Ἀλλ’ ὑπάγετε εἴπατε τοῖς μαθηταῖς αὐτοῦ καὶ τῷ Πέτρῳ ὅτι προάγει ὑμᾶς εἰς τὴν Γαλιλαίαν· ἐκεῖ αὐτὸν ὄψεσθε, καθὼς εἶπεν ὑμῖν.
8 Καὶ ἐξελθοῦσαι ἔφυγον ἀπὸ τοῦ μνημείου· εἶχε δὲ αὐτὰς τρόμος καὶ ἔκστασις, καὶ οὐδενὶ οὐδὲν εἶπον· ἐφοβοῦντο γάρ.

 
Ἑρμηνευτικὴ ἀπόδοσις

43 Ἦλθεν ὁ Ἰωσήφ, ποὺ κατήγετο ἀπὸ τὴν πόλιν Ἀριμαθαίαν, σεβαστὸν καὶ ἐπίσημον μέλος τοῦ ἰουδαϊκοῦ συνεδρίου, ποὺ καὶ αὐτὸς εἶχε πιστεύσει εἰς τὸ περὶ βασιλείας τοῦ Θεοῦ κήρυγμα τοῦ Ἰησοῦ καὶ ἐπερίμενε τὴν βασιλείαν αὐτήν, χωρὶς νὰ κλονισθῇ ἡ ἐλπίς του αὐτὴ ἀπὸ τὸν θάνατον τοῦ Ἰησοῦ. Καὶ ἔλαβε τὴν τόλμην καὶ παρουσιάσθη εἰς τὸν Πιλᾶτον καὶ ἐζήτησε τὸ σῶμα τοῦ Ἰησοῦ.
44 Ὁ Πιλᾶτος δὲ ἐξεπλάγη καὶ ἠπόρησεν, ἐὰν τόσον γρήγορα ἀπέθανεν ὁ Ἰησοῦς. Καὶ ἀφοῦ ἐπροσκάλεσε τὸν ἑκατόνταρχον, τὸν ἠρώτησεν, ἐὰν εἶχεν ὥραν πολλὴν ποὺ ἀπέθανε.
45 Καὶ ὅταν ἔμαθεν ἀπὸ τὸν ἑκατόνταρχον, ὅτι πράγματι ἀπέθανεν, ἐχάρισεν εἰς τὸν Ἰωσὴφ τὸ σῶμα.
46 Καὶ ἐκεῖνος ἀφοῦ ἠγόρασε σινδόνα καινουργῆ καὶ ἀμεταχείριστον καὶ τὸν ἐκατέβασεν ἀπὸ τὸν σταυρόν, ἐτύλιξε τὸ σῶμα εἰς τὴν σινδόνα καὶ τὸν ἔβαλε χάμω εἰς μνημεῖον, ποὺ ἦτο σκαλισμένον μέσα εἰς τὸν βράχον· καὶ ἐκύλισε λίθον βαρὺν ἐπάνω εἰς τὸ στόμιον τοῦ μνημείου.
47 Ἡ Μαγδαληνὴ δὲ Μαρία καὶ ἡ Μαρία τοῦ Ἰωσῆ παρετήρουν προσεκτικὰ καὶ μὲ πολὺ ἐνδιαφέρον ποῦ ἐτέθη τὸ σῶμα.
1 Καὶ ἀφοῦ ἐπέρασε τὸ Σάββατον, ἡ Μαρία ἡ Μαγδαληνὴ καὶ ἡ Μαρία ἡ μητέρα τοῦ Ἰακώβου καὶ ἡ Σαλώμη ἠγόρασαν τὸ βράδυ τοῦ Σαββάτου ἀρώματα, διὰ νὰ ἔλθουν τὸ πρωῒ εἰς τὸν τάφον καὶ ἀλείψουν τὸν Ἰησοῦν.
2 Καὶ πολὺ πρωῒ τῆς πρώτης ἡμέρας τῆς ἑβδομάδος ἔρχονται εἰς τὸ μνημεῖον τὴν ὥραν, ποὺ ὁ ὑποκάτω ἀπὸ τὸν ὁρίζοντα ἀνατέλλων ἥλιος ἤρχισε νὰ διαλύῃ τὸ πρωϊνὸ σκοτάδι.
3 Καὶ ἔλεγαν ἀναμεταξύ τους· ποῖος θὰ μᾶς ἀποκυλίσῃ τὴν μεγάλην πέτραν ἀπὸ τὴν εἴσοδον τοῦ μνημείου;
4 Καὶ μόλις ἐσήκωσαν τὰ μάτια τους, εἶδαν, ὅτι εἶχε κυλισθῆ μακρὰν ἀπὸ τὸ μνημεῖον ἡ πέτρα. Καὶ ἔλεγαν μεταξύ τους αὐτά, διότι ἡ πέτρα αὐτὴ ἦτο πολὺ μεγάλη καὶ δὲν ἦτο εὔκολον νὰ ἀποκυλισθῇ.
5 Καὶ ἀφοῦ ἐμβῆκαν εἰς τὸ μνημεῖον, εἶδαν ἕνα νέον, ποὺ ἐκάθητο εἰς τὰ δεξιὰ τοῦ μνημείου καὶ ἦταν ἐνδεδυμένος μὲ στολὴν λευκὴν καὶ τὰς κατέλαβε μεγάλος φόβος καὶ κατάπληξις.
6 Αὐτὸς δὲ τοὺς εἶπε· μὴ ἐκπλήττεσθε καὶ μὴ φοβεῖσθε. Ἠξεύρω ποῖον ζητᾶτε. Ζητᾶτε τὸν Ἰησοῦν τὸν Ναζαρηνὸν τὸν ἐσταυρωμένον. Ἀνεστήθη. Δὲν εἶναι ἐδῶ. Ἰδοῦ, εἶναι ἀδειανὸ τὸ μέρος, ὅπου τὸν ἔβαλαν.
7 Ἀλλὰ πηγαίνετε, εἴπατε εἰς τοὺς μαθητάς του καὶ ἰδιαιτέρως εἰς τὸν Πέτρον, ποὺ ἔχει ἀνάγκην παρηγορίας καὶ βεβαιώσεως ὅτι συνεχωρήθη διὰ τὴν ἄρνησίν του, ὅτι πηγαίνει προτήτερα ἀπὸ σᾶς εἰς τὴν Γαλιλαίαν. Ἐκεῖ θὰ τὸν ἰδῆτε, καθὼς σᾶς εἶπε, προτοῦ νὰ σταυρωθῇ.
8 Καὶ ἐκεῖναι, ἀφοῦ ἐβγῆκαν, ἔφυγαν ἀπὸ τὸ μνημεῖον. Τὰς κατεῖχε δὲ τρόμος καὶ ἦσαν ἐκστατικαί. Καὶ δὲν εἶπαν τίποτε εἰς κανένα, διότι ἐφοβοῦντο.

 
Ἡ Καινὴ Διαθήκη
μετὰ συντόμου ἑρμηνείας
ὑπὸ Παν. Ν. Τρεμπέλα

Ἀδελφότης Θεολόγων «Ὁ Σωτήρ»
Ἔκδοσις πεντηκοστὴ τρίτη
Ἀθῆναι 2009