Tags

,

(Ματθ. θ’ 1-8)

Κείμενον

1 Καὶ ἐμβὰς εἰς πλοῖον διεπέρασε καὶ ἦλθεν εἰς τὴν ἰδίαν πόλιν.
2 Καὶ ἰδοὺ προσέφερον αὐτῷ παραλυτικὸν ἐπὶ κλίνης βεβλημένον· καὶ ἰδὼν ὁ Ἰησοῦς τὴν πίστιν αὐτῶν εἶπε τῷ παραλυτικῷ· θάρσει, τέκνον· ἀφέωνταί σοι αἱ ἁμαρτίαι σου.
3 Καὶ ἰδού τινες τῶν γραμματέων εἶπον ἐν ἑαυτοῖς· οὗτος βλασφημεῖ.
4 Καὶ ἰδὼν ὁ Ἰησοῦς τὰς ἐνθυμήσεις αὐτῶν εἶπεν· ἵνα τί ὑμεῖς ἐνθυμεῖσθε πονηρὰ ἐν ταῖς καρδίαις ὑμῶν;
5 Τί γάρ ἐστιν εὐκοπώτερον, εἰπεῖν, ἀφέωνταί σου αἱ ἁμαρτίαι, ἢ εἰπεῖν, ἔγειρε καὶ περιπάτει;
6 Ἵνα δὲ εἰδῆτε ὅτι ἐξουσίαν ἔχει ὁ υἱὸς τοῦ ἀνθρώπου ἐπὶ τῆς γῆς ἀφιέναι ἁμαρτίας – τότε λέγει τῷ παραλυτικῷ· ἐγερθεὶς ἆρόν σου τὴν κλίνην καὶ ὕπαγε εἰς τὸν οἶκόν σου.
7 Καὶ ἐγερθεὶς ἀπῆλθεν εἰς τὸν οἶκον αὐτοῦ.
8 Ἰδόντες δὲ οἱ ὄχλοι ἐθαύμασαν καὶ ἐδόξασαν τὸν Θεὸν τὸν δόντα ἐξουσίαν τοιαύτην τοῖς ἀνθρώποις.

 
Ἑρμηνευτικὴ ἀπόδοσις

1 Καὶ ἀφοῦ ἐμβῆκεν εἰς τὸ πλοῖον, ἐπέρασε διὰ μέσου τῆς λίμνης εἰς τὸ ἀπἐναντι μέρος, καὶ ἦλθεν εἰς τὴν ἰδικήν του πόλιν, τὴν Καπερναούμ.
2 Καὶ ἰδοὺ ἔφεραν πρὸς αὐτὸν ἕνα παραλυτικόν, τὸν ὁποῖον εἶχαν βάλει ἐπάνω εἰς κρεββάτι. Καὶ ὁ Ἰησοῦς ὅταν εἶδε τὴν πίστιν, ποὺ εἶχαν καὶ ὁ παραλυτικὸς καὶ ἐκεῖνοι, ποὺ τὸν ἔφεραν, εἶπεν εἰς τὸν παραλυτικόν, ὁ ὁποῖος εὑρίσκετο εἰς ἀνησυχίαν, μήπως αἱ ἁμαρτίαι του γίνουν ἐμπόδιον εἰς τὴν θεραπείαν του· ἔχε θάρρος, παιδί μου· σοῦ ἔχουν συγχωρηθῆ αἱ ἁμαρτίαι σου.
3 Καὶ ἰδοὺ μερικοὶ ἀπὸ τοὺς γραμματεῖς εἶπαν μέσα τους· αὐτὸς βλασφημεῖ σφετεριζόμενος δικαίωμα, τὸ ὁποῖον μόνον ὁ Θεὸς ἔχει.
4 Καὶ ὁ Ἰησοῦς τὴν ἰδίαν στιγμὴν εἶδε εἰς τὰ βάθη τῶν καρδιῶν των τοὺς λογισμούς των καὶ εἶπε· διατί διαλογίζεσθε μέσα εἰς τὰς καρδίας σας σκέψεις κακοπροαιρέτους;
5 Εἶναι δὲ πράγματι αἱ σκέψεις σας κακόγνωμοι καὶ κακοπροαίρετοι, διότι, τί εἶναι εὐκολώτερον; Νὰ εἴπῃ, κανείς· εἶναι συγχωρημέναι αἱ ἁμαρτίαι σου, ἢ νὰ εἴπῃ, σήκω ὄρθιος καὶ περιπάτει; Σεῖς θεωρεῖτε δυσκολώτερον τὸ τελευταῖον τοῦτο.
6 Διὰ νὰ μάθετε λοιπὸν τώρα, ὅτι ὁ υἱὸς τοῦ ἀνθρώπου, ὁ Μεσσίας, ὁ ἐκπρόσωπος τῆς ἀνθρωπότητος καὶ ἔνδοξος Κριτὴς αὐτῆς κατὰ τὴν δευτέραν παρουσίαν του, ἔχει ἐξουσίαν νὰ συγχωρῇ ἐπὶ τῆς γῆς ἁμαρτίας – τότε λέγει εἰς τὸν παραλυτικόν· σήκω ὄρθιος καὶ πάρε εἰς τοὺς ὤμους σου τὸ κρεββάτι σου καὶ πήγαινε εἰς τὸ σπίτι σου.
7 Καὶ πράγματι ἐκεῖνος ἐσηκώθη καὶ ἐπῆγεν εἰς τὸ σπίτι του.
8 Ὅταν δὲ τὰ πλήθη τοῦ λαοῦ εἶδαν αὐτό, ποὺ ἔγινεν, ἐθαύμασαν καὶ ἐδόξασαν τὸν Θεόν, ὁ ὁποῖος ἔδωκε διὰ τοῦ Χριστοῦ εἰς τοὺς ἀνθρώπους τέτοιαν ἐξουσίαν, τοῦ νὰ συγχωροῦνται αἱ ἁμαρτίαι, συγχρόνως δὲ νὰ ἰατρεύωνται μὲ ἕνα λόγον ἀσθένειαι τοῦ σώματος ἀθεράπευτοι.

 
Ἡ Καινὴ Διαθήκη
μετὰ συντόμου ἑρμηνείας
ὑπὸ Παν. Ν. Τρεμπέλα

Ἀδελφότης Θεολόγων «Ὁ Σωτήρ»
Ἔκδοσις πεντηκοστὴ τρίτη
Ἀθῆναι 2009