Tags

,

Κείμενον

1 Ἐνέγκατε τῷ Κυρίῳ υἱοὶ Θεοῦ, ἐνέγκατε τῷ Κυρίῳ υἱοὺς κριῶν, ἐνέγκατε τῷ Κυρίῳ δόξαν καὶ τιμήν,
2 ἐνέγκατε τῷ Κυρίῳ δόξαν ὀνόματι αὐτοῦ, προσκυνήσατε τῷ Κυρίῳ ἐν αὐλῇ ἁγία αὐτοῦ.
3 Φωνὴ Κυρίου ἐπὶ τῶν ὑδάτων, ὁ Θεὸς τῆς δόξης ἐβρόντησε, Κύριος ἐπὶ ὑδάτων πολλῶν.
4 Φωνὴ Κυρίου ἐν ἰσχύϊ, φωνὴ Κυρίου ἐν μεγαλοπρεπείᾳ.
5 Φωνὴ Κυρίου συντρίβοντος κέδρους, καὶ συντρίψει Κύριος τὰς κέδρους τοῦ Λιβάνου
6 καὶ λεπτυνεῖ αὐτὰς ὡς τὸν μόσχον τὸν Λίβανον, καὶ ὁ ἠγαπημένος ὡς υἱὸς μονοκερώτων.
7 Φωνὴ Κυρίου διακόπτοντος φλόγα πυρός.
8 Φωνὴ Κυρίου συσσείοντος ἔρημον καὶ συσσείσει Κύριος τὴν ἔρημον Κάδης.
9 Φωνὴ Κυρίου καταρτιζομένη ἐλάφους, καὶ ἀποκαλύψει δρυμούς· καὶ ἐν τῷ ναῷ αὐτοῦ πᾶς τις λέγει δόξαν.
10 Κύριος τὸν κατακλυσμὸν κατοικιεῖ, καὶ καθιεῖται Κύριος βασιλεὺς εἰς τὸν αἰῶνα.
11 Κύριος ἰσχὺν τῷ λαῷ αὐτοῦ δώσει, Κύριος εὐλογήσει τὸν λαὸν αὐτοῦ ἐν εἰρήνῃ.

 
Ἑρμηνευτικὴ ἀπόδοσις

1 Προσφέρατε εἰς τὸν Κύριον, ὦ ἄγγελοι, οἵτινες πρὸ τῶν ἀνθρώπων ἠξιώθητε νὰ εἶσθε κατὰ χάριν υἱοὶ τοῦ Θεοῦ· προσφέρατε εἰς τὸν Κύριον λογικὰς καὶ πνευματικὰς θυσίας ἀρεστὰς εἰς αὐτόν, ὡς οἱ προσφερόμενοι ὑπὸ τῶν ἀνθρώπων ἐπὶ τοῦ γηΐνου θυσιαστηρίου ἀμνοί, ποὺ ἐγεννήθησαν προσφάτως ἀπὸ κριοὺς ὡρίμους. Προσφέρατε εἰς τὸν Κύριον δόξαν καὶ τιμήν.
2 Προσφέρατε εἰς τὸν Κύριον δόξαν πρέπουσαν εἰς τὸ ὄνομα αὐτοῦ· κλίνατε εὐλαβῶς γόνυ καὶ προσκυνήσατε τὸν Κύριον εἰς τὸν ἐν οὐρανοῖς θρόνον του, ἔνθα καὶ αἱ ἅγιαι βασιλικαὶ αὐλαί του.
3 Φωνὴ Κυρίου ἀντηχεῖ ὑπεράνω τῶν εἰς πυκνὰ σύννεφα συσσωρευμένων ὑδάτων. Ὁ μέγας καὶ ἔνδοξος Θεὸς ἐξαπέλυσε βροντάς. Ὁ Κύριος ὑψοῦται ὑπεράνω ἀνυπολογίστων ποσοτήτων ὕδατος ἀποθηκευμένων εἰς σύννεφα.
4 Φωνὴ Κυρίου βροντᾷ ἰσχυρά· φωνὴ Κυρίου ἀκούεται μεγαλοπρεπεστάτη.
5 Φωνὴ Κυρίου βροντᾷ συνοδεύουσα κεραυνούς, μὲ τοὺς ὁποίους συντρίβει ἐν μιᾷ στιγμῇ τὰ ὑψηλὰ καὶ πελώρια δένδρα τῶν κέδρων, καὶ θὰ συντρίψῃ ὁ Κύριος μὲ τοὺς κεραυνούς του τὰς κέδρους τοῦ Λιβάνου.
6 Καὶ θὰ λεπτύνῃ τὸ καλύπτον τὸν Λίβανον τεράστιον δάσος σὰν τὸν χρυσοῦν μόσχον, ποὺ κατεσκεύασαν ἄλλοτε οἱ Ἰουδαῖοι εἰς τὸ Χωρήβ, καὶ ὁ ἠγαπημένος Ἰσραὴλ ἐν μέσῳ τῶν καταιγίδων καὶ καταστροφῶν αὐτῶν παραμένει ἀπτόητος καὶ ἰσχυρὸς ὡς νεαρὸς ἀπόγονος ζώου, φέροντος ἐπὶ τοῦ μετώπου ἕνα κέρας, ἐπὶ τοῦ ὁποίου συγκεντρώνεται ἡ ὅλη δύναμίς του.
7 Φωνὴ Κυρίου βροντὴ ἰσχυρά, ἡ ὁποία ἐπακολουθεῖ εἰς τὴν ἀστραπὴν καὶ διακόπτει διὰ τῆς βροντῆς του ταύτης ὁ Κύριος τὴν φλόγα τοῦ πυρός, ἡ ὁποία ἐκπηδᾷ ἀπὸ τὰ νέφη.
8 Φωνὴ Κυρίου σείοντος τὴν ἔρημον καὶ θὰ σείσῃ διὰ τῆς βροντῆς ὁ Κύριος ὁλόκληρον τὴν ἔρημον τῆς Κάδης, ποὺ ἐκτείνεται κατὰ μῆκος τῆς μεσημβρινῆς ὄχθης τοῦ Ἰορδάνου.
9 Φωνὴ Κυρίου τρομάζουσα ἐγκύους ἐλάφους καὶ φέρουσα διὰ προώρου τοκετοῦ εἰς ὕπαρξιν νεαρὰς ἐλάφους. Καὶ ἀποψιλώνει μὲ τὰς βιαίας θυέλλας δάση ἀποσπῶσα τὰ φυλλώματα τῶν δένδρων καὶ ξεσκεπάζουσα τὸ πρὸ ὀλίγου καλυπτόμενον ὑπ’ αὐτῶν ἔδαφος. Καὶ κατὰ τὸν αὐτὸν χρόνον ἐν τῷ οὐρανῷ, ὅστις ἀποτελεῖ τὸν ἀχειροποίητον αὐτοῦ ναόν, πᾶν στόμα ἀγγέλου ἀναπέμπει δόξαν πρὸς αὐτόν.
10 Βροχὴ ραγδαία ἐπακολουθεῖ. Ἀλλ’ ὁ Κύριος ἔχει τὴν κατοικίαν του ἐν τῷ κατακλυσμῷ. Καὶ θὰ καθίσῃ ἀπρόσβλητος καὶ μεγαλοπρεπὴς ὁ Κύριος ἐν μέσῳ τῆς ραγδαίας βροχῆς καὶ τῶν μαινομένων τῆς φύσεως στοιχείων, βασιλεὺς αἰώνιος κυβερνῶν τὰ στοιχεῖα ταῦτα καὶ κατὰ τὸ θέλημά του κατευθύνων αὐτά.
11 Ὁ Κύριος δὲν θὰ ἐπιτρέψῃ ὄλεθρον κατὰ τοῦ λαοῦ του, ἀλλὰ θὰ δώσῃ δύναμιν καὶ προστατευτικὴν ἐνίσχυσιν εἰς αὐτόν. Ὁ Κύριος θὰ εὐλογήσῃ τὸν λαόν του, χαρίζων εἰς αὐτὸν τὴν ποθητὴν εἰρήνην.

 
Τὸ Ψαλτήριον
τοῦ Προφήτου καὶ Βασιλέως Δαυΐδ,
μετὰ συντόμου ἑρμηνείας
ὑπὸ Παν. Ν. Τρεμπέλα

Ἀδελφότης Θεολόγων «Ὁ Σωτήρ»
Ἔκδοσις εἰκοστὴ ὀγδόη
Ἀθῆναι 2009