Χερουβικὸς Ὕμνος

Featured


 
Οἱ τὰ Χερουβεὶμ μυστικῶς εἰκονίζοντες, καὶ τῇ ζωοποιῷ Τριάδι τὸν Τρισάγιον ὕμνον προσάδοντες, πᾶσαν νῦν βιοτικὴν ἀποθώμεθα μέριμναν, ὡς τὸν Βασιλέα τῶν ὅλων ὑποδεξόμενοι, ταῖς ἀγγελικαῖς ἀοράτως δορυφορούμενον τάξεσιν. Ἀλληλούϊα (γ’).

Οἱ συλλογές

Featured

Ἀρχονταρίκιον | Mediafire
Χιλιάδες χριστιανικὲς ὀρθόδοξες ὁμιλίες Κληρικῶν καὶ Θεολόγων, Ἱερὲς Ἀκολουθίες καὶ Θείες Λειτουργίες σᾶς περιμένουν νὰ τὶς κατεβάσετε δωρεὰν στὸ MediaFire.

Ἀρχονταρίκιον | YouTube
Ἐπιλεγμένα χριστιανικὰ ὀρθόδοξα videos Θείων Λειτουργιῶν, Ἱερῶν Ἀκολουθιῶν καὶ ψυχωφελῶν ὁμιλιῶν σᾶς περιμένουν στὸ YouTube.

Ἀρχονταρίκιον | WordPress
Ἐπιλεγμένα χριστιανικὰ ὀρθόδοξα πολυτονικὰ κείμενα ἔχουν μεταφερθεῖ κατευθεῖαν ἀπὸ τὰ αὐθεντικὰ σπάνια βιβλία καὶ σᾶς περιμένουν στὸ WordPress.

Ἀρχονταρίκιον | Facebook
Ἀκολουθῆστε μας στὸ Facebook καὶ ἐνημερωθεῖτε γιὰ ἐνδιαφέροντα θέματα τῆς Ὀρθοδοξίας μας.

Ἀρχονταρίκιον | Twitter
Ἀκολουθῆστε μας στὸ Twitter καὶ ἐνημερωθεῖτε γιὰ ὅλες τὶς τελευταίες ἀναρτήσεις μας στὸ Mediafire, στὸ YouTube καὶ στὸ WordPress.

Κυριακὴ μετὰ τὴν Χριστοῦ Γέννησιν

Tags

, ,

(Γαλ. α’ 11 – 19)

Κείμενον

11 Γνωρίζω δὲ ὑμῖν, ἀδελφοί, τὸ εὐαγγέλιον τὸ εὐαγγελισθὲν ὑπ’ ἐμοῦ ὅτι οὐκ ἔστι κατὰ ἄνθρωπον·
12 οὐδὲ γὰρ ἐγὼ παρὰ ἀνθρώπου παρέλαβον αὐτὸ οὔτε ἐδιδάχθην, ἀλλὰ δι’ ἀποκαλύψεως Ἰησοῦ Χριστοῦ.
13 Ἠκούσατε γὰρ τὴν ἐμὴν ἀναστροφὴν ποτε ἐν τῷ Ἰουδαϊσμῷ, ὅτι καθ’ ὑπερβολὴν ἐδίωκον τὴν ἐκκλησίαν τοῦ Θεοῦ καὶ ἐπόρθουν αὐτήν,
14 καὶ προέκοπτον ἐν τῷ Ἰουδαϊσμῷ ὑπὲρ πολλοὺς συνηλικιώτας ἐν τῷ γένει μου, περισσοτέρως ζηλωτὴς ὑπάρχων τῶν πατρικῶν μου παραδόσεων.
15 Ὅτε δὲ εὐδόκησεν ὁ Θεὸς ὁ ἀφορίσας με ἐκ κοιλίας μητρός μου καὶ καλέσας διὰ τῆς χάριτος αὐτοῦ
16 ἀποκαλύψαι τὸν υἱὸν αὐτοῦ ἐν ἐμοί, ἵνα εὐαγγελίζωμαι αὐτὸν ἐν τοῖς ἔθνεσιν, εὐθέως οὐ προσανεθέμην σαρκὶ καὶ αἵματι,
17 οὐδὲ ἀνῆλθον εἰς Ἱεροσόλυμα πρὸς τοὺς πρὸ ἐμοῦ ἀποστόλους, ἀλλὰ ἀπῆλθον εἰς Ἀραβίαν, καὶ πάλιν ὑπέστρεψα εἰς Δαμασκόν.
18 Ἔπειτα μετὰ ἔτη τρία ἀνῆλθον εἰς Ἱεροσόλυμα ἱστορῆσαι Πέτρον, καὶ ἐπέμεινα πρὸς αὐτὸν ἡμέρας δεκαπέντε·
19 ἕτερον δὲ τῶν ἀποστόλων οὐκ εἶδον εἰ μὴ Ἰάκωβον τὸν ἀδελφὸν τοῦ Κυρίου.

 
Ἑρμηνευτικὴ ἀπόδοσις

11 Σᾶς γνωστοποιῶ δέ, ἀδελφοί, ὅτι τὸ εὐαγγέλιον, ποὺ ἐκηρύχθη εἰς σᾶς ἀπὸ ἐμέ, δὲν εἶναι ἐπινόημα ἀνθρώπου.
12 Διότι ὄχι μόνον οἱ λοιποὶ ἀπόστολοι, ἀλλὰ καὶ ἐγὼ δὲν παρέλαβον αὐτὸ ἀπὸ ἄνθρωπον, οὔτε τὸ ἐδιδάχθην ἀπὸ ἄνθρωπον, ἀλλὰ παρέλαβον αὐτὸ κατ’ εὐθεῖαν δι’ ἀποκαλύψεως τοῦ Θεοῦ, ὁ ὁποῖος ἀμέσως μοῦ ἐφανέρωσε καὶ μοῦ ἀπεκάλυψε τὸν Ἰησοῦν Χριστόν.
13 Ὅτι δὲ μὲ ὑπερφυσικὴν ἀποκάλυψιν μοῦ παρεδόθη ἀπὸ αὐτὸν τὸν Θεὸν τὸ εὐαγγέλιον, ἀποδεικνύεται ἀπὸ τὴν κατὰ τὸ παρελθὸν δρᾶσιν μου. Διότι ἠκούσατε τὴν διαγωγήν, ποὺ ἔδειξα κάποτε, ὅταν ἠκολούθουν τὸν νόμον καὶ τὰ ἔθιμα τῶν Ἰουδαίων. Ἠκούσατε δηλαδή, ὅτι ὑπερβολικὰ κατεδίωκον τὴν Ἐκκλησίαν τοῦ Θεοῦ καὶ προσεπάθουν νὰ τὴν καταστρέψω.
14 Καὶ προώδευα εἰς τὸν Ἰουδαϊσμὸν περισσότερον ἀπὸ πολλοὺς συνομήλικάς μου εἰς τὸ ἔθνος μου καὶ ἐδείκνυον περισσότερον ἀπὸ αὐτοὺς ζῆλον ὑπὲρ τῶν παραδόσεων, ποὺ παρελάβομεν ἀπὸ τοὺς πατέρας.
15 Ὅταν ὅμως εὐηρεστήθη ὁ Θεός, ὁ ὁποῖος μὲ ἐξεχώρισε καὶ μὲ ἐξέλεξεν ἀπὸ τὸν καιρὸν ἀκόμη, ποὺ ἤμην εἰς τὴν κοιλίαν τῆς μητρός μου, καὶ μὲ ἐκάλεσε διὰ τῆς χάριτός του, χωρὶς ἐγὼ ἀπὸ τὰ ἔργα μου νὰ εἶμαι ἄξιος διὰ μίαν τέτοιαν ἐκλογήν,
16 διὰ νὰ ἀποκαλύψῃ τὸν Υἱὸν αὐτοῦ εἰς τὸ βάθος τῆς ψυχῆς μου, διὰ νὰ τὸν κηρύττω μεταξὺ τῶν ἐθνῶν, εὐθὺς δὲν συνεβουλεύθην σάρκα καὶ αἷμα, δηλαδὴ ἄνθρωπόν τινα οἱονδήποτε.
17 Οὔτε ἀνέβην εἰς τὰ Ἱεροσόλυμα πρὸς συνάντησιν τῶν Ἀποστόλων, ποὺ εἶχον κληθῆ πρὸ ἐμοῦ εἰς τὸ ἀποστολικὸν ἀξίωμα, ἀλλὰ ἐπῆγα εἰς τὴν Ἀραβίαν καὶ πάλιν ἐπέστρεψα εἰς τὴν Δαμασκόν.
18 Ἔπειτα, μετὰ τρία ἔτη ἀφ’ ὅτου ἐπέστρεψα εἰς τὸν Χριστόν, ἀνέβην εἰς Ἱεροσόλυμα διὰ νὰ γνωρίσω τὸν Πέτρον καὶ ἔμεινα πλησίον του δεκαπέντε ἡμέρας.
19 Ἄλλον δὲ ἀπὸ τοὺς ἀποστόλους δὲν εἶδον παρὰ μόνον τὸν Ἰάκωβον τὸν ἀδελφὸν τοῦ Κυρίου.

 
Ἡ Καινὴ Διαθήκη
μετὰ συντόμου ἑρμηνείας
ὑπὸ Παν. Ν. Τρεμπέλα

Ἀδελφότης Θεολόγων «Ὁ Σωτήρ»
Ἔκδοσις πεντηκοστὴ τρίτη
Ἀθῆναι 2009

Κυριακὴ πρὸ τῆς Χριστοῦ Γεννήσεως

Tags

,

(Ἑβρ. ια’ 9-10, 32-40)

Κείμενον

9 Πίστει παρῴκησεν εἰς τὴν γῆν τῆς ἐπαγγελίας ὡς ἀλλοτρίαν, ἐν σκηναῖς κατοικήσας μετὰ Ἰσαὰκ καὶ Ἰακὼβ τῶν συγκληρονόμων τῆς ἐπαγγελίας τῆς αὐτῆς·
10 ἐξεδέχετο γὰρ τὴν τοὺς θεμελίους ἔχουσαν πόλιν, ἧς τεχνίτης καὶ δημιουργὸς ὁ Θεός.
32 Καὶ τί ἔτι λέγω; Ἐπιλείψει γὰρ με διηγούμενον ὁ χρόνος περὶ Γεδεών, Βαράκ τε καὶ Σαμψὼν καὶ Ἰεφθάε, Δαυΐδ τε καὶ Σαμουὴλ καὶ τῶν προφητῶν,
33 οἳ διὰ πίστεως κατηγωνίσαντο βασιλείας, εἰργάσαντο δικαιοσύνην, ἐπέτυχον ἐπαγγελιῶν, ἔφραξαν στόματα λεόντων,
34 ἔσβεσαν δύναμιν πυρός, ἔφυγον στόματα μαχαίρας, ἐνεδυναμώθησαν ἀπὸ ἀσθενείας, ἐγενήθησαν ἰσχυροὶ ἐν πολέμῳ, παρεμβολὰς ἔκλιναν ἀλλοτρίων·
35 ἔλαβον γυναῖκες ἐξ ἀναστάσεως τοὺς νεκροὺς αὐτῶν· ἄλλοι δὲ ἐτυμπανίσθησαν, οὐ προσδεξάμενοι τὴν ἀπολύτρωσιν, ἵνα κρείττονος ἀναστάσεως τύχωσιν·
36 ἕτεροι δὲ ἐμπαιγμῶν καὶ μαστίγων πεῖραν ἔλαβον, ἔτι δὲ δεσμῶν καὶ φυλακῆς·
37 ἐλιθάσθησαν, ἐπρίσθησαν, ἐπειράσθησαν, ἐν φόνῳ μαχαίρας ἀπέθανον, περιῆλθον ἐν μηλωταῖς, ἐν αἰγείοις δέρμασιν, ὑστερούμενοι, θλιβόμενοι, κακουχούμενοι,
38 ὧν οὐκ ἦν ἄξιος ὁ κόσμος, ἐν ἐρημίαις πλανώμενοι καὶ ὄρεσι καὶ σπηλαίοις καὶ ταῖς ὀπαῖς τῆς γῆς.
39 Καὶ οὗτοι πάντες μαρτυρηθέντες διὰ τῆς πίστεως οὐκ ἐκομίσαντο τὴν ἐπαγγελίαν,
40 τοῦ Θεοῦ περὶ ἡμῶν κρεῖττόν τι προβλεψαμένου, ἵνα μὴ χωρὶς ἡμῶν τελειωθῶσι.

 
Ἑρμηνευτικὴ ἀπόδοσις

9 Χάρις εἰς τὴν πίστιν του ὁ Ἀβραὰμ ἔμεινεν ὡς ξένος εἰς τὴν γῆς, ποὺ τοῦ ὑπεσχέθη ὁ Θεὸς καὶ ἐθεώρει αὐτὴν ὡς ξένην χώραν καὶ ὄχι ὡς ἰδικήν του. Καὶ ἐκατοίκησε μέσα εἰς σκηνὰς μαζὶ μὲ τὸν Ἰσαὰκ καὶ τὸν Ἰακώβ, ποὺ ἦσαν συγκληρονόμοι τῆς αὐτῆς ὑποσχέσεως τοῦ Θεοῦ.
10 Ἐκατοίκησε δὲ ὁ Ἀβραὰμ καὶ εἰς αὐτὴν τὴν γῆν τῆς ἐπαγγελίας σὰν ξένος καὶ πάροικος, διότι ἐπερίμενε νὰ κατοικήσῃ εἰς τὴν ἐπουράνιον πόλιν, ἡ ὁποία ἔχει τὰ ἀληθινὰ καὶ ἀδιάσειστα θεμέλια καὶ τῆς ὁποίας τεχνίτης καὶ κτίστης εἶναι αὐτὸς ὁ Θεός.
32 Καὶ τί ἀκόμη νὰ λέγω καὶ νὰ διηγοῦμαι; Πρέπει νὰ σταματήσω, διότι δὲν θὰ μὲ ἀρκέσῃ ὁ χρόνος ἐὰν διηγοῦμαι διὰ τὸν Γεδεὼν καὶ τὸν Βαρὰκ καὶ τὸν Σαμψὼν καὶ τὸν Ἰεφθάε καὶ διὰ τὸν Δαβὶδ καὶ τὸν Σαμουὴλ καὶ τοὺς προφήτας.
33 Αὐτοὶ διότι εἶχαν πίστιν κατεπολέμησαν καὶ ὑπέταξαν βασίλεια, ἐκυβέρνησαν τὸν λαὸν μὲ δικαιοσύνην, ἐπέτυχαν τὴν πραγματοποίησιν τῶν ὑποσχέσεων, ποὺ τοὺς ἔδωκεν ὁ Θεός, ἐβούλωσαν καὶ ἔφραξαν στόματα λεονταριῶν, ὅπως ὁ Δανιήλ,
34 ἔσβησαν τὴν καταστρεπτικὴν δύναμιν τῆς φωτιᾶς, διέφυγαν τὸν κίνδυνον νὰ σφαγοῦν μὲ μαχαίρια, ἔλαβον δύναμιν καὶ ἔγιναν καλὰ ἀπὸ ἀρρώστιες, ἀνεδείχθησαν ἰσχυροὶ καὶ ἀνίκητοι εἰς τὸν πόλεμον, ἔτρεψαν εἰς φυγὴν τὰς παρατάξεις καὶ τὰ πολυπληθῆ στρατεύματα τῶν ξένων καὶ ἐχθρῶν.
35 Διὰ τῆς πίστεως, ποὺ εἶχαν εἰς τὴν ὑπερφυσικὴν δύναμιν τῶν προφητῶν αἱ γυναῖκες, τὰς ὁποίας ἀναφέρει ἡ Π. Διαθήκη, ἐπῆραν πάλιν ζωντανοὺς δι’ ἀναστάσεως τοὺς πεθαμένους των. Ἄλλοι δὲ ἐδέθησαν εἰς τὸ βασανιστικὸν ὄργανον, ποὺ ἐλέγετο τύμπανον καὶ ἐδάρησαν σκληρὰ μέχρι θανάτου, μὴ δεχθέντες νὰ ἀρνηθοῦν τὴν πίστιν των καὶ ἔτσι νὰ ἐλευθερωθοῦν ἀπὸ τὸ μαρτύριον· ἐπροτίμησαν δὲ τὸ σκληρὸν αὐτὸ μαρτύριον, διὰ νὰ ἐπιτύχουν ἀνάστασιν καλυτέραν ἀπὸ τὴν πρόσκαιρον ἀποκατάστασιν εἰς τὴν ζωὴν αὐτήν.
36 Ἄλλοι δὲ ἐδοκίμασαν ἐμπαιγμοὺς καὶ μαστιγώσεις, ἀκόμη δὲ δεσμὰ καὶ φυλακήν.
37 Ἐλιθοβολήθησαν, ἐπριονίσθησαν, ἐδοκίμασαν πολλοὺς πειρασμούς, ἀπέθανον μὲ τὸν διὰ μαχαίρας θάνατον, περιεφέροντο σὰν πλανόδιοι ἐδῶ καὶ ἐκεῖ· καὶ ἐφόρουν γιὰ ἐνδύματα προβατοδέρματα καὶ γιδοδέρματα, στερούμενοι, θλιβόμενοι καὶ κακοπαθοῦντες.
38 Τῶν ἁγίων αὐτῶν ἀνδρῶν δὲν ἦτο ἄξιος οὔτε ἠδύνατο νὰ συγκριθῇ πρὸς αὐτοὺς ὁλόκληρος ὁ κόσμος. Ἐπεριπλανῶντο εἰς τὰς ἐρήμους καὶ εἰς τὰ βουνὰ καὶ εἰς τὰ σπήλαια καὶ εἰς τὰς τρύπας τῆς γῆς.
39 Καὶ ὅλοι αὐτοὶ οἱ ἅγιοι ἄνδρες, καίτοι ἔλαβαν ἐγκωμιαστικὴν μαρτυρίαν διὰ τὴν πίστιν των, δὲν ἀπήλαυσαν τὴν ὑπόσχεσιν τῆς οὐρανίου κληρονομίας.
40 Διότι ὁ Θεὸς προέβλεψε δι’ ἡμᾶς κάτι καλύτερον, ὥστε αὐτοὶ νὰ μὴ λάβουν εἰς βαθμὸν τέλειον τὴν σωτηρίαν χωρὶς ἡμᾶς, ἀλλὰ νὰ τὴν λάβωμεν ὅλοι μαζί. Ἔτσι ἡμεῖς εὑρισκόμεθα εἰς πλεονεκτικωτέραν θέσιν, διότι ὄχι μόνον ζῶμεν εἰς τοὺς χρόνους τῆς ἀπολυτρώσεως τοῦ Χριστοῦ, ἀλλὰ καὶ ἡ περίοδος τῆς ἀναμονῆς εἶναι μικροτέρα δι’ ἡμᾶς.

 
Ἡ Καινὴ Διαθήκη
μετὰ συντόμου ἑρμηνείας
ὑπὸ Παν. Ν. Τρεμπέλα

Ἀδελφότης Θεολόγων «Ὁ Σωτήρ»
Ἔκδοσις πεντηκοστὴ τρίτη
Ἀθῆναι 2009

Κυριακὴ μετὰ τὴν Ὕψωσιν

Tags

,

(Γαλ. β’ 16-20)

Κείμενον

16 Εἰδότες δὲ ὅτι οὐ δικαιοῦται ἄνθρωπος ἐξ ἔργων νόμου ἐὰν μὴ διὰ πίστεως Ἰησοῦ Χριστοῦ, καὶ ἡμεῖς εἰς Χριστὸν Ἰησοῦν ἐπιστεύσαμεν, ἵνα δικαιωθῶμεν ἐκ πίστεως Χριστοῦ καὶ οὐκ ἐξ ἔργων νόμου, διότι οὐ δικαιωθήσεται ἐξ ἔργων νόμου πᾶσα σάρξ.
17 Εἰ δὲ ζητοῦντες δικαιωθῆναι ἐν Χριστῷ εὑρέθημεν καὶ αὐτοὶ ἁμαρτωλοί, ἆρα Χριστὸς ἁμαρτίας διάκονος; Μὴ γένοιτο.
18 Εἰ γὰρ ἃ κατέλυσα ταῦτα πάλιν οἰκοδομῶ, παραβάτην ἐμαυτὸν συνίστημι.
19 Ἐγὼ γὰρ διὰ νόμου νόμῳ ἀπέθανον, ἵνα Θεῷ ζήσω.
20 Χριστῷ συνεσταύρωμαι· ζῷ δὲ οὐκέτι ἐγώ, ζῇ δὲ ἐν ἐμοὶ Χριστός· ὃ δὲ νῦν ζῶ ἐν σαρκί, ἐν πίστει ζῶ τῇ τοῦ υἱοῦ τοῦ Θεοῦ τοῦ ἀγαπήσαντός με καὶ παραδόντος ἑαυτὸν ὑπὲρ ἐμοῦ.

 
Ἑρμηνευτικὴ ἀπόδοσις

16 Ἐπειδὴ ὅμως ἐμάθαμεν ἀπὸ τὴν προσωπικήν μας πεῖραν, ὅτι δὲν γίνεται δίκαιος ὁ ἄνθρωπος μὲ τὴν τήρησιν τῶν τυπικῶν διατάξεων τοῦ μωσαϊκοῦ νόμου, ἀλλὰ μόνον διὰ μέσου τῆς πίστεως εἰς τὸν Ἰησοῦν Χριστόν, καὶ ἡμεῖς ἐπιστεύσαμεν εἰς τὸν Ἰησοῦν Χριστόν, διὰ νὰ γίνωμεν δίκαιοι ἀπὸ τὴν πίστιν εἰς τὸν Χριστὸν καὶ ὄχι ἀπὸ τὰ ἔργα τοῦ μωσαϊκοῦ νόμου. Διότι, καθὼς ἀναφέρεται καὶ εἰς τοὺς ψαλμούς, διὰ τῶν ἔργων τοῦ νόμου δὲν θὰ δικαιωθῇ κανένας ἄνθρωπος.
17 Ἀλλ’ ἐὰν ὑποθέσωμεν, ὅτι ἡ τήρησις τοῦ νόμου εἶναι ἐπιβεβλημένη καὶ συνεπῶς ἡμεῖς ποὺ ἀφήκαμεν τὸν νόμον, ἡμαρτήσαμεν καὶ εὑρέθημεν ἁμαρτωλοί, μόνον καὶ μόνον διότι ἐζητοῦμεν νὰ δικαιωθῶμεν διὰ τῆς πίστεως καὶ κοινωνίας μας μὲ τὸν Χριστόν, τότε γεννᾶται τὸ ἄτοπον ἐρώτημα: Ἆραγε ὁ Χριστὸς εἶναι ὑπηρέτης ἁμαρτίας, ἀφοῦ αὐτὸς συνετέλεσε νὰ ἀφήσωμεν τὸν νόμον; Μὴ γένοιτο νὰ εἴπωμεν μίαν τέτοιαν βλασφημίαν.
18 Καταλήγομεν δὲ ὡρισμένως εἰς τὴν βλασφημίαν αὐτήν, ἐὰν δεχθῶμεν ὡς ἀληθῆ τὴν ὑπόθεσιν, ποὺ ἐκάμαμεν. Διότι, ἐὰν ἐκεῖνα, τὰ ὁποῖα κατάργησα καὶ ἠθέτησα ὡς ἀνωφελῆ, δηλαδὴ τὰς τυπικὰς διατάξεις τοῦ νόμου, ταῦτα πάλιν τηρῶ ὡς ἀναγκαῖα καὶ ἀπαραίτητα διὰ τὴν σωτηρίαν, μὲ τὴν ἐπάνοδόν μου αὐτὴν εἰς τὴν τήρησιν τοῦ νόμου ἀποδεικνύω παραβάτην τὸν ἑαυτόν μου, διότι βεβαιῶ ἐμπράκτως, ὅτι κακῶς προτήτερα ἠθέτησα τὸν νόμον, καὶ ἡμάρτησα, ὅταν ἐπροτίμησα τὴν διὰ τοῦ Χριστοῦ σωτηρίαν.
19 Ἀλλ’ ὄχι· δὲν ἡμάρτησα, οὔτε εἶμαι παραβάτης. Διότι ἐγὼ διὰ τοῦ νόμου, τὸν ὁποῖον κατέλυσα καὶ ὁ ὁποῖος τιμωρεῖ μὲ θάνατον κάθε παραβάτην του, ἀπέθανον ὡς πρὸς τὸν νόμον, διὰ νὰ ζήσω πρὸς δόξαν Θεοῦ.
20 Διὰ τοῦ βαπτίσματος ἔχω σταυρωθῆ καὶ ἀποθάνει μαζὶ μὲ τὸν Χριστόν, καὶ ἀφοῦ εἶμαι πεθαμένος, δὲν ἔχει πλέον καμμίαν ἰσχὺν δι’ ἐμὲ ὁ νόμος. Ναί· ἔγινα κοινωνὸς τοῦ σταυρικοῦ θανάτου τοῦ Χριστοῦ καὶ εἶμαι πεθαμένος, δὲν ζῶ δὲ πλέον ἐγώ, ὁ παλαιὸς δηλαδὴ ἄνθρωπος, ἀλλὰ ζῇ μέσα μου ὁ Χριστός. Τὴν φυσικὴν δὲ ζωὴν ποὺ ζῶ μέσα εἰς τὸ σῶμα μου τώρα, ποὺ ἐπέστρεψα εἰς τὸν Χριστόν, ζῶ ἐμπνεόμενος καὶ κυριαρχούμενος ἀπὸ τὴν πίστιν εἰς τὸν Υἱὸν τοῦ Θεοῦ, ὁ ὁποῖος μὲ ἠγάπησε καὶ παρέδωκε τὸν ἑαυτόν του διὰ τὴν σωτηρίαν μου.

 
Ἡ Καινὴ Διαθήκη
μετὰ συντόμου ἑρμηνείας
ὑπὸ Παν. Ν. Τρεμπέλα

Ἀδελφότης Θεολόγων «Ὁ Σωτήρ»
Ἔκδοσις πεντηκοστὴ τρίτη
Ἀθῆναι 2009

Κυριακὴ πρὸ τῆς Ὑψώσεως

Tags

,

(Γαλ. στ’ 11-18)

Κείμενον

11 Ἴδετε πηλίκοις ὑμῖν γράμμασιν ἔγραψα τῇ ἐμῇ χειρί.
12 Ὅσοι θέλουσιν εὐπροσωπῆσαι ἐν σαρκί, οὗτοι ἀναγκάζουσιν ὑμᾶς περιτέμνεσθαι, μόνον ἵνα μὴ τῷ σταυρῷ τοῦ Χριστοῦ διώκωνται.
13 Οὐδὲ γὰρ οἱ περιτετμημένοι αὐτοὶ νόμον φυλάσσουσιν, ἀλλὰ θέλουσιν ὑμᾶς περιτέμνεσθαι, ἵνα ἐν τῇ ὑμετέρᾳ σαρκὶ καυχήσωνται.
14 Ἐμοὶ δὲ μὴ γένοιτο καυχᾶσθαι εἰ μὴ ἐν τῷ σταυρῷ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, δι’ οὗ ἐμοὶ κόσμος ἐσταύρωται κἀγὼ τῷ κόσμῳ.
15 Ἐν γὰρ Χριστῷ Ἰησοῦ οὔτε περιτομή τι ἰσχύει οὔτε ἀκροβυστία, ἀλλὰ καινὴ κτίσις.
16 Καὶ ὅσοι τῷ κανόνι τούτῳ στοιχήσουσιν, εἰρήνη ἐπ’ αὐτοὺς καὶ ἔλεος, καὶ ἐπὶ τὸν Ἰσραὴλ τοῦ Θεοῦ.
17 Τοῦ λοιποῦ κόπους μοι μηδεὶς παρεχέτω· ἐγὼ γὰρ τὰ στίγματα τοῦ Κυρίου Ἰησοῦ ἐν τῷ σώματί μου βαστάζω.
18 Ἡ χάρις τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ μετὰ τοῦ πνεύματος ὑμῶν, ἀδελφοί· ἀμήν.

 
Ἑρμηνευτικὴ ἀπόδοσις

11 Ἴδετε μὲ πόσον μεγάλα γράμματα σᾶς ἔγραψα μὲ τὴν ἰδίαν μου χεῖρα.
12 Ὅσοι θέλουν νὰ εὐπροσωπήσουν καὶ νὰ ἀρέσουν εἰς ἀνθρώπους διὰ πράγματα, ποὺ ἀναφέρονται εἰς τὴν σάρκα, αὐτοὶ σᾶς παρακινοῦν καὶ σᾶς παραπείθουν νὰ περιτέμνεσθε, μόνον καὶ μόνον διὰ νὰ μὴ καταδιώκωνται ἀπὸ τοὺς Ἰουδαίους διὰ τὸ περὶ τοῦ σταυροῦ τοῦ Χριστοῦ κήρυγμα.
13 Ὅτι δὲ δι’ αὐτὸ καὶ μόνον σᾶς ἀναγκάζουν νὰ περιτέμνεσθε, ἀποδεικνύεται ἀπὸ τὸ ὅτι οὐδὲ αὐτοί, οἱ ὁποῖοι ἔχουν περιτμηθῆ, φυλάττουν τὰς τελετουργικὰς διατάξεις τοῦ νόμου, τὰς καθάρσεις δηλαδὴ καὶ τὰς ζωοθυσίας. Ἀλλὰ θέλουν σεῖς νὰ περιτέμνεσθε, διὰ νὰ καυχηθοῦν διὰ τὴν ἰδικήν σας σάρκα, ὅτι δηλαδὴ σᾶς ἔπεισαν νὰ δεχθῆτε τὴν περιτομήν.
14 Ἐγὼ ὅμως δὲν κινοῦμαι ἀπὸ τέτοια ἁμαρτωλὰ ἐλατήρια. Μὴ γένοιτο ποτὲ ἐγὼ νὰ καυχηθῶ διὰ τίποτε ἄλλο παρὰ διὰ τὸ ὅτι δι’ ἐμὲ ἔλαβε δούλου μορφὴν καὶ ἐσταυρώθη διὰ τὴν σωτηρίαν μου ὁ Ἰησοῦς Χριστός. Μόνον καύχημά μου εἶναι τοῦ Κυρίου ὁ σταυρικὸς θάνατος, διὰ τῆς πίστεως δὲ εἰς τὸν θάνατον αὐτὸν ἔχει νεκρωθῆ καὶ ἔχει χάσει τὴν δύναμίν του ὡς πρὸς ἐμὲ ὁ κόσμος. Ἀλλὰ καὶ ἐγὼ ἔχω νεκρωθῆ ὡς πρὸς τὸν κόσμον.
15 Εἶμαι δὲ νεκρωμένος ὡς πρὸς τὸν κόσμον καὶ τίποτε ἀπὸ αὐτὸν οὔτε μὲ δελεάζει, οὔτε μὲ φοβίζει, διότι ἐν τῇ μετὰ τοῦ Χριστοῦ κοινωνίᾳ καὶ ἑνώσει, οὔτε ἡ περιτομὴ ἔχει καμμίαν ἀξίαν οὔτε ἡ ἀκροβυστία, ἀλλ’ ἰσχύει νέα κτίσις καὶ δημιουργία, δηλαδὴ ἡ ἀναγέννησις, ποὺ δίδεται εἰς κάθε πιστὸν δυνάμει τῆς ἀπολυτρωτικῆς θυσίας τοῦ σταυροῦ.
16 Καὶ εἰς ἐκείνους, ποὺ θὰ ἀκολουθήσουν τὴν διδασκαλίαν αὐτὴν περὶ τῆς νέας κτίσεως καὶ θὰ ἔχουν αὐτὴν ὡς μέτρον καὶ ὑπόδειγμα διὰ νὰ συμμορφώσουν πρὸς αὐτὴν τὴν ζωήν τους, εἴθε νὰ εἶναι εἰρήνη καὶ ἔλεος ἐπάνω τους καὶ ἐν γένει ἐπάνω εἰς τὸν νέον Ἰσραὴλ τῆς χάριτος, εἰς τὸν νέον λαόν, ποὺ διὰ τῆς πίστεως ἔγινε ἐκλεκτὸς εἰς τὸν Θεὸν καὶ ἀντικατέστησε τὸν παλαιὸν κατὰ σάρκα Ἰσραήλ.
17 Εἰς τὸ ἑξῆς ἂς μὴ μοῦ παρέχῃ κανεὶς κόπους καὶ ἐνόχλησιν, ζητῶν ἀπολογίαν ἀπὸ ἐμὲ δι’ ὅσα πράττω. Διότι ἐγὼ βαστάζω εἰς τὸ σῶμα μου τὰ σημάδια τῶν πληγῶν, τὰς ὁποίας ὑπέστην διὰ τὸν Κύριον Ἰησοῦν. Καὶ αἱ πληγαὶ αὐταὶ εἶναι ἡ ἀπολογία μου.
18 Ἡ χάρις τοῦ Κυρίου μας Ἰησοῦ Χριστοῦ εἴθε νὰ ἐνισχύῃ καὶ νὰ ἐνδυναμώνῃ, ἀδελφοί, τὰς πνευματικάς σας δυνάμεις, ὥστε νὰ διατηρῆτε πάντοτε τὸν ἁγιασμόν, ποὺ σᾶς ἔδωκε τὸ Ἅγιον Πνεῦμα. Ἀμήν.

 
Ἡ Καινὴ Διαθήκη
μετὰ συντόμου ἑρμηνείας
ὑπὸ Παν. Ν. Τρεμπέλα

Ἀδελφότης Θεολόγων «Ὁ Σωτήρ»
Ἔκδοσις πεντηκοστὴ τρίτη
Ἀθῆναι 2009

Κυριακὴ Ι’ Ματθαίου

Tags

,

(Α’ Τιμοθ. β’ 1-7)

Κείμενον

1 Παρακαλῶ οὖν πρῶτον πάντων ποιεῖσθαι δεήσεις, προσευχάς, ἐντεύξεις, εὐχαριστίας, ὑπὲρ πάντων ἀνθρώπων,
2 ὑπὲρ βασιλέων καὶ πάντων τῶν ἐν ὑπεροχῇ ὄντων, ἵνα ἤρεμον καὶ ἡσύχιον βίον διάγωμεν ἐν πάσῃ εὐσεβείᾳ καὶ σεμνότητι.
3 Τοῦτο γὰρ καλὸν καὶ ἀπόδεκτον ἐνώπιον τοῦ σωτῆρος ἡμῶν Θεοῦ,
4 ὃς πάντας ἀνθρώπους θέλει σωθῆναι καὶ εἰς ἐπίγνωσιν ἀληθείας ἐλθεῖν.
5 Εἷς γὰρ Θεός, εἷς καὶ μεσίτης Θεοῦ καὶ ἀνθρώπων, ἄνθρωπος Χριστὸς Ἰησοῦς,
6 ὁ δοὺς ἑαυτὸν ἀντίλυτρον ὑπὲρ πάντων, τὸ μαρτύριον καιροῖς ἰδίοις,
7 εἰς ὃ ἐτέθην ἐγὼ κήρυξ καὶ ἀπόστολος, – ἀλήθειαν λέγω ἐν Χριστῷ, οὐ ψεύδομαι, – διδάσκαλος ἐθνῶν ἐν πίστει καὶ ἀληθείᾳ.

 
Ἑρμηνευτικὴ ἀπόδοσις

1 Ἀφοῦ δὲ σύμφωνα μὲ τὰ ἀνωτέρω ὀφείλομεν νὰ ἀγαπῶμεν ὅλους καὶ ἀφοῦ ὁ Ἰησοῦς Χριστὸς ἦλθε νὰ σώσῃ ὅλους τοὺς ἁμαρτωλούς, λοιπόν, καὶ ἐγὼ προτρέπω καὶ σέ, ὦ Τιμόθεε, καὶ τοὺς λοιποὺς ἀδελφοὺς πρῶτον ἀπὸ ὅλα νὰ κάνετε δεήσεις, προσευχάς, παρακλήσεις, εὐχαριστίας δι’ ὅλους τοὺς ἀνθρώπους,
2 διὰ τοὺς βασιλεῖς καὶ δι’ ὅλους ὅσοι ἔχουν ἀξίωμα καὶ θέσιν ἀνωτέραν, διὰ νὰ τοὺς φωτίζῃ καὶ τοὺς κραταιώνῃ ὁ Θεός, ὅπως ἐξασφαλίζουν τὴν εἰρηνικὴν συμβίωσιν τῶν πολιτῶν, ὥστε νὰ περνῶμεν καὶ ἡμεῖς βίον ἤρεμον καὶ ἥσυχον μὲ πᾶσαν εὐσέβειαν καὶ σεμνότητα.
3 Διότι τοῦτο, ἤτοι τὸ νὰ προσευχώμεθα δι’ ὅλους, εἶναι καλὸν καὶ εὐάρεστον ἐνώπιον τοῦ σωτῆρος μας Θεοῦ.
4 Καὶ εἶναι τοῦτο εὐάρεστον εἰς τὸν Θεόν, διότι αὐτὸς θέλει ὅλοι οἱ ἄνθρωποι νὰ σωθοῦν καὶ διὰ τῆς πίστεως νὰ λάβουν πλήρη γνῶσιν τῆς ἀληθείας.
5 Θέλει δὲ τὴν σωτηρίαν ὅλων, διότι ἕνας καὶ μόνος εἶναι Θεός, Θεὸς ὅλων, ὄχι ὡρισμένου μόνον ἔθνους Θεός· ἕνας εἶναι καὶ μεσίτης μεταξὺ Θεοῦ καὶ ἀνθρώπων, ὁ Ἰησοῦς Χριστός, ποὺ ἔγινεν ἄνθρωπος,
6 καὶ ἔδωκε τὸν ἑαυτόν του λύτρον διὰ νὰ ἐξαγοράσῃ ὅλους. Διὰ τὸ γεγονὸς δὲ αὐτὸ τῆς ἐξαγορᾶς μας κάνει λόγον ἡ μαρτυρία, ἡ ὁποία καὶ ἀπὸ ἡμᾶς τοὺς Ἀποστόλους δίδεται, ἀλλὰ πρὸ παντὸς ἐδόθη ἀπὸ αὐτὸν καὶ ἐπεσφραγίσθη εἰς τοὺς ὡρισμένους ὑπὸ τῆς θείας Προνοίας καιροὺς μὲ τὸν θάνατόν του.
7 Διὰ τὴν μαρτυρίαν αὐτὴν ἀνεδείχθην καὶ ὡρίσθην ἀπὸ τὸν Θεὸν κήρυξ καὶ Ἀπόστολος ἐγώ. Λέγω ἀλήθειαν, ὅπως μοῦ τὸ ἐπιβάλλει ἡ μετὰ τοῦ Χριστοῦ κοινωνία μου· δὲν ψεύδομαι. Ἐτάχθην νὰ εἶμαι διδάσκαλος τῶν ἐθνικῶν ἐν τῇ πίστει καὶ τῇ ἀληθείᾳ.

 
Ἡ Καινὴ Διαθήκη
μετὰ συντόμου ἑρμηνείας
ὑπὸ Παν. Ν. Τρεμπέλα

Ἀδελφότης Θεολόγων «Ὁ Σωτήρ»
Ἔκδοσις πεντηκοστὴ τρίτη
Ἀθῆναι 2009

Ψαλμὸς ΚΗ’

Tags

,

Κείμενον

1 Ἐνέγκατε τῷ Κυρίῳ υἱοὶ Θεοῦ, ἐνέγκατε τῷ Κυρίῳ υἱοὺς κριῶν, ἐνέγκατε τῷ Κυρίῳ δόξαν καὶ τιμήν,
2 ἐνέγκατε τῷ Κυρίῳ δόξαν ὀνόματι αὐτοῦ, προσκυνήσατε τῷ Κυρίῳ ἐν αὐλῇ ἁγία αὐτοῦ.
3 Φωνὴ Κυρίου ἐπὶ τῶν ὑδάτων, ὁ Θεὸς τῆς δόξης ἐβρόντησε, Κύριος ἐπὶ ὑδάτων πολλῶν.
4 Φωνὴ Κυρίου ἐν ἰσχύϊ, φωνὴ Κυρίου ἐν μεγαλοπρεπείᾳ.
5 Φωνὴ Κυρίου συντρίβοντος κέδρους, καὶ συντρίψει Κύριος τὰς κέδρους τοῦ Λιβάνου
6 καὶ λεπτυνεῖ αὐτὰς ὡς τὸν μόσχον τὸν Λίβανον, καὶ ὁ ἠγαπημένος ὡς υἱὸς μονοκερώτων.
7 Φωνὴ Κυρίου διακόπτοντος φλόγα πυρός.
8 Φωνὴ Κυρίου συσσείοντος ἔρημον καὶ συσσείσει Κύριος τὴν ἔρημον Κάδης.
9 Φωνὴ Κυρίου καταρτιζομένη ἐλάφους, καὶ ἀποκαλύψει δρυμούς· καὶ ἐν τῷ ναῷ αὐτοῦ πᾶς τις λέγει δόξαν.
10 Κύριος τὸν κατακλυσμὸν κατοικιεῖ, καὶ καθιεῖται Κύριος βασιλεὺς εἰς τὸν αἰῶνα.
11 Κύριος ἰσχὺν τῷ λαῷ αὐτοῦ δώσει, Κύριος εὐλογήσει τὸν λαὸν αὐτοῦ ἐν εἰρήνῃ.

 
Ἑρμηνευτικὴ ἀπόδοσις

1 Προσφέρατε εἰς τὸν Κύριον, ὦ ἄγγελοι, οἵτινες πρὸ τῶν ἀνθρώπων ἠξιώθητε νὰ εἶσθε κατὰ χάριν υἱοὶ τοῦ Θεοῦ· προσφέρατε εἰς τὸν Κύριον λογικὰς καὶ πνευματικὰς θυσίας ἀρεστὰς εἰς αὐτόν, ὡς οἱ προσφερόμενοι ὑπὸ τῶν ἀνθρώπων ἐπὶ τοῦ γηΐνου θυσιαστηρίου ἀμνοί, ποὺ ἐγεννήθησαν προσφάτως ἀπὸ κριοὺς ὡρίμους. Προσφέρατε εἰς τὸν Κύριον δόξαν καὶ τιμήν.
2 Προσφέρατε εἰς τὸν Κύριον δόξαν πρέπουσαν εἰς τὸ ὄνομα αὐτοῦ· κλίνατε εὐλαβῶς γόνυ καὶ προσκυνήσατε τὸν Κύριον εἰς τὸν ἐν οὐρανοῖς θρόνον του, ἔνθα καὶ αἱ ἅγιαι βασιλικαὶ αὐλαί του.
3 Φωνὴ Κυρίου ἀντηχεῖ ὑπεράνω τῶν εἰς πυκνὰ σύννεφα συσσωρευμένων ὑδάτων. Ὁ μέγας καὶ ἔνδοξος Θεὸς ἐξαπέλυσε βροντάς. Ὁ Κύριος ὑψοῦται ὑπεράνω ἀνυπολογίστων ποσοτήτων ὕδατος ἀποθηκευμένων εἰς σύννεφα.
4 Φωνὴ Κυρίου βροντᾷ ἰσχυρά· φωνὴ Κυρίου ἀκούεται μεγαλοπρεπεστάτη.
5 Φωνὴ Κυρίου βροντᾷ συνοδεύουσα κεραυνούς, μὲ τοὺς ὁποίους συντρίβει ἐν μιᾷ στιγμῇ τὰ ὑψηλὰ καὶ πελώρια δένδρα τῶν κέδρων, καὶ θὰ συντρίψῃ ὁ Κύριος μὲ τοὺς κεραυνούς του τὰς κέδρους τοῦ Λιβάνου.
6 Καὶ θὰ λεπτύνῃ τὸ καλύπτον τὸν Λίβανον τεράστιον δάσος σὰν τὸν χρυσοῦν μόσχον, ποὺ κατεσκεύασαν ἄλλοτε οἱ Ἰουδαῖοι εἰς τὸ Χωρήβ, καὶ ὁ ἠγαπημένος Ἰσραὴλ ἐν μέσῳ τῶν καταιγίδων καὶ καταστροφῶν αὐτῶν παραμένει ἀπτόητος καὶ ἰσχυρὸς ὡς νεαρὸς ἀπόγονος ζώου, φέροντος ἐπὶ τοῦ μετώπου ἕνα κέρας, ἐπὶ τοῦ ὁποίου συγκεντρώνεται ἡ ὅλη δύναμίς του.
7 Φωνὴ Κυρίου βροντὴ ἰσχυρά, ἡ ὁποία ἐπακολουθεῖ εἰς τὴν ἀστραπὴν καὶ διακόπτει διὰ τῆς βροντῆς του ταύτης ὁ Κύριος τὴν φλόγα τοῦ πυρός, ἡ ὁποία ἐκπηδᾷ ἀπὸ τὰ νέφη.
8 Φωνὴ Κυρίου σείοντος τὴν ἔρημον καὶ θὰ σείσῃ διὰ τῆς βροντῆς ὁ Κύριος ὁλόκληρον τὴν ἔρημον τῆς Κάδης, ποὺ ἐκτείνεται κατὰ μῆκος τῆς μεσημβρινῆς ὄχθης τοῦ Ἰορδάνου.
9 Φωνὴ Κυρίου τρομάζουσα ἐγκύους ἐλάφους καὶ φέρουσα διὰ προώρου τοκετοῦ εἰς ὕπαρξιν νεαρὰς ἐλάφους. Καὶ ἀποψιλώνει μὲ τὰς βιαίας θυέλλας δάση ἀποσπῶσα τὰ φυλλώματα τῶν δένδρων καὶ ξεσκεπάζουσα τὸ πρὸ ὀλίγου καλυπτόμενον ὑπ’ αὐτῶν ἔδαφος. Καὶ κατὰ τὸν αὐτὸν χρόνον ἐν τῷ οὐρανῷ, ὅστις ἀποτελεῖ τὸν ἀχειροποίητον αὐτοῦ ναόν, πᾶν στόμα ἀγγέλου ἀναπέμπει δόξαν πρὸς αὐτόν.
10 Βροχὴ ραγδαία ἐπακολουθεῖ. Ἀλλ’ ὁ Κύριος ἔχει τὴν κατοικίαν του ἐν τῷ κατακλυσμῷ. Καὶ θὰ καθίσῃ ἀπρόσβλητος καὶ μεγαλοπρεπὴς ὁ Κύριος ἐν μέσῳ τῆς ραγδαίας βροχῆς καὶ τῶν μαινομένων τῆς φύσεως στοιχείων, βασιλεὺς αἰώνιος κυβερνῶν τὰ στοιχεῖα ταῦτα καὶ κατὰ τὸ θέλημά του κατευθύνων αὐτά.
11 Ὁ Κύριος δὲν θὰ ἐπιτρέψῃ ὄλεθρον κατὰ τοῦ λαοῦ του, ἀλλὰ θὰ δώσῃ δύναμιν καὶ προστατευτικὴν ἐνίσχυσιν εἰς αὐτόν. Ὁ Κύριος θὰ εὐλογήσῃ τὸν λαόν του, χαρίζων εἰς αὐτὸν τὴν ποθητὴν εἰρήνην.

 
Τὸ Ψαλτήριον
τοῦ Προφήτου καὶ Βασιλέως Δαυΐδ,
μετὰ συντόμου ἑρμηνείας
ὑπὸ Παν. Ν. Τρεμπέλα

Ἀδελφότης Θεολόγων «Ὁ Σωτήρ»
Ἔκδοσις εἰκοστὴ ὀγδόη
Ἀθῆναι 2009

Κυριακὴ Θ’ Ματθαίου

Tags

,

Α’ Κορινθ. γ’ 9-17

Κείμενον

9 Θεοῦ γάρ ἐσμεν συνεργοί· Θεοῦ γεώργιον, Θεοῦ οἰκοδομή ἐστε.
10 Κατὰ τὴν χάριν τοῦ Θεοῦ τὴν δοθεῖσάν μοι ὡς σοφὸς ἀρχιτέκτων θεμέλιον τέθεικα, ἄλλος δὲ ἐποικοδομεῖ· ἕκαστος δὲ βλεπέτω πῶς ἐποικοδομεῖ·
11 θεμέλιον γὰρ ἄλλον οὐδεὶς δύναται θεῖναι παρὰ τὸν κείμενον, ὅς ἐστιν Ἰησοῦς Χριστός.
12 Εἰ δέ τις ἐποικοδομεῖ ἐπὶ τὸν θεμέλιον τοῦτον χρυσόν, ἄργυρον, λίθους τιμίους, ξύλα, χόρτον, καλάμην,
13 ἑκάστου τὸ ἔργον φανερὸν γενήσεται· ἡ γὰρ ἡμέρα δηλώσει· ὅτι ἐν πυρὶ ἀποκαλύπτεται· καὶ ἑκάστου τὸ ἔργον ὁποῖόν ἐστι τὸ πῦρ δοκιμάσει.
14 Εἴ τινος τὸ ἔργον μενεῖ ὃ ἐπῳκοδόμησε, μισθὸν λήψεται·
15 εἴ τινος τὸ ἔργον κατακαήσεται, ζημιωθήσεται, αὐτὸς δὲ σωθήσεται, οὕτως δὲ ὡς διὰ πυρός.
16 Οὐκ οἴδατε ὅτι ναὸς Θεοῦ ἐστε καὶ τὸ Πνεῦμα τοῦ Θεοῦ οἰκεῖ ἐν ὑμῖν;
17 Εἴ τις τὸν ναὸν τοῦ Θεοῦ φθείρει, φθερεῖ τοῦτον ὁ Θεός· ὁ γὰρ ναὸς τοῦ Θεοῦ ἅγιός ἐστιν, οἵτινές ἐστε ὑμεῖς.

 
Ἑρμηνευτικὴ ἀπόδοσις

9 Εἴμεθα καὶ οἱ δύο ἕνα, διότι καὶ ἐκεῖνοι ποὺ φυτεύουν καὶ ἐκεῖνοι ποὺ ποτίζουν εἴμεθα συνεργάται τοῦ Θεοῦ εἰς τὸ ἔργον του, ποὺ ἀποβλέπει εἰς τὴν σωτηρίαν σας. Εἶσθε ἀγρός, ὁ ὁποῖος ἀνήκει εἰς τὸν Θεὸν καὶ καλλιεργεῖται ἀπὸ αὐτόν. Εἶσθε οἰκοδομὴ τοῦ Θεοῦ, ποὺ κτίζεται ἀπὸ αὐτὸν μὲ ὄργανά του καὶ κτίστας του ἡμᾶς.
10 Σύμφωνα μὲ τὴν χάριν τοῦ Θεοῦ, ποὺ μοῦ ἐδόθη διὰ νὰ θεμελιώνω Ἐκκλησίας μεταξὺ τῶν ἐθνῶν, σὰν ἔμπειρος ἀρχιμάστορας ἔχω θέσει θεμέλιον στερεόν, ἄλλος δὲ συνεχίζει ἐπ’ αὐτοῦ τὸ κτίσιμον. Ἀλλ’ ὁ καθένας ἀπὸ τοὺς κτίστας ἂς προσέχῃ, πῶς οἰκοδομεῖ ἐπάνω εἰς τὸ θεμέλιον.
11 Δὲν ἔχει πλέον αὐτὸς δουλειὰ μὲ τὸ θεμέλιον. Διότι κανένας δὲν ἠμπορεῖ νὰ βάλῃ ἄλλον θεμέλιον λίθον ἐκτὸς ἐκείνου, ποὺ εὑρίσκεται τώρα ἀμετακίνητος καὶ ἄσειστος εἰς τὴν βάσιν τῆς οίκοδομῆς. Καὶ ὁ θεμέλιος αὐτὸς εἶναι ὁ Ἰησοῦς Χριστός.
12 Ἐγὼ λοιπὸν ἐθεμελίωσα καλά. Ἐὰν ὅμως κανεὶς κτίζῃ ἐπάνω εἰς τὸν θεμέλιον αὐτὸν κτίσιμον πολύτιμον σὰν τὸν χρυσὸν ἢ τὸν ἄργυρον ἢ τοὺς πολυτίμους λίθους ἢ κτίσιμον σανιδένιο ἢ ἀχυρένιο ἢ καλαμένιο,
13 τοῦ καθενὸς κτίστου τὸ ἔργον θὰ γίνῃ φανερόν. Διότι ἡ ἡμέρα τῆς Κρίσεως θὰ τὸ ξεσκεπάσῃ καὶ θὰ τὸ φανερώσῃ. Καὶ θὰ τὸ ξεσκεπάση, διότι ἡ ἡμέρα ἐκείνη θὰ ἀποκαλυφθῇ συντροφευμένη μὲ τὴν δραστικὴν σὰν τὴν φωτιὰν ἐνέργειαν τῆς θείας δικαιοσύνης. Καὶ τοῦ καθενὸς τὸ ἔργον σὰν τί νὰ εἶναι θὰ ζυγίσῃ ἐπακριβῶς ὁ Θεὸς καὶ θὰ φανερώσῃ τὴν πραγματικήν του ἀξίαν σὰν ἄλλο πῦρ, ποὺ κατακαίει κάθε εὔφλεκτον ὑλικόν.
14 Ἐὰν τὸ ἔργον κάποιου, τὸ ὁποῖον αὐτὸς ἔκτισεν ἐπάνω εἰς τὸν αἰώνιον θεμέλιον, ποὺ εἶναι ὁ Χριστός, θὰ μένῃ καὶ δὲν θὰ καίεται ἀπὸ τὸ πῦρ τῆς θείας κρίσεως, αὐτὸς θὰ λάβῃ μισθόν.
15 Ἐὰν τὸ ἔργον κάποιου ἄλλου κατακαῇ καὶ δὲν ἀνθέξῃ εἰς τὸ πῦρ τῆς θείας κρίσεως, αὐτὸς θὰ ζημιωθῇ, διότι οἱ κόποι του δὲν θὰ ἀνταμειφθοῦν. Αὐτὸς ὅμως θὰ σωθῇ μόλις καὶ μετὰ βίας· θὰ σωθῇ δηλαδὴ σὰν ἐκεῖνον, ποὺ περνᾷ μέσα ἀπὸ τὰς φλόγας τοῦ πυρὸς καὶ διατρέχει κίνδυνον μέγαν. Ἔτσι καὶ αὐτὸς θὰ σωθῇ, ἐὰν τελικῶς ἀνθέξῃ εἰς τὸ πῦρ τῆς θείας κρίσεως.
16 Εἶπα ἀρκετὰ διὰ τοὺς κτίστας. Ἂς ἔλθω τώρα καὶ εἰς ἐκείνους, ποὺ ἀντὶ νὰ κτίζουν καταστρέφουν τὴν οἰκοδομήν. Δὲν γνωρίζετε ἀπὸ τὴν πεῖραν τῆς χριστιανικῆς ζωῆς σας, ὅτι εἶσθε ναὸς τοῦ Θεοῦ καὶ ὅτι τὸ Πνεῦμα τοῦ Θεοῦ κατοικεῖ μέσα σας;
17 Ἐὰν λοιπὸν κανεὶς μὲ τὴν πλανεμένην διδασκαλίαν του καὶ τοὺς φατριασμούς του καταστρέφῃ τὸν ναὸν τοῦ Θεοῦ, θὰ καταστρέψῃ τοῦτον ὁ Θεός. Θὰ τὸν καταστρέψῃ δέ, διότι ὁ ναὸς τοῦ Θεοῦ εἶναι ἅγιος. Εἶναι ἀφιερωμένος εἰς αὐτὸν καὶ εἶναι ἰδικόν τοῦ κτῆμα. Εἶναι ἱερὸς καὶ ἀπαραβίαστος. Τέτοιος δὲ ναός, τοῦ Θεοῦ ἅγιος ναός, εἶσθε σεῖς.

 
Ἡ Καινὴ Διαθήκη
μετὰ συντόμου ἑρμηνείας
ὑπὸ Παν. Ν. Τρεμπέλα

Ἀδελφότης Θεολόγων «Ὁ Σωτήρ»
Ἔκδοσις πεντηκοστὴ τρίτη
Ἀθῆναι 2009

Κυριακὴ Η’ Ματθαίου

Tags

,

(Α’ Κορινθ. α’ 10-17)

Κείμενον

10 Παρακαλῶ δὲ ὑμᾶς, ἀδελφοί, διὰ τοῦ ὀνόματος τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ἵνα τὸ αὐτὸ λέγητε πάντες, καὶ μὴ ᾖ ἐν ὑμῖν σχίσματα, ἦτε δὲ κατῃρτισμένοι ἐν τῷ αὐτῷ νοῒ καὶ ἐν τῇ αὐτῇ γνώμῃ.
11 Ἐδηλώθη γάρ μοι περὶ ὑμῶν, ἀδελφοί μου, ὑπὸ τῶν Χλόης ὅτι ἔριδες ἐν ὑμῖν εἰσι.
12 Λέγω δὲ τοῦτο, ὅτι ἕκαστος ὑμῶν λέγει· ἐγὼ μέν εἰμι Παύλου, ἐγὼ δὲ Ἀπολλώ, ἐγὼ δὲ Κηφᾶ, ἐγὼ δὲ Χριστοῦ.
13 Μεμέρισται ὁ Χριστός; Μὴ Παῦλος ἐσταυρώθη ὑπὲρ ὑμῶν; Ἢ εἰς τὸ ὄνομα Παύλου ἐβαπτίσθητε;
14 Εὐχαριστῶ τῷ Θεῷ ὅτι οὐδένα ὑμῶν ἐβάπτισα εἰ μὴ Κρίσπον καὶ Γάϊον,
15 ἵνα μή τις εἴπῃ ὅτι εἰς τὸ ἐμὸν ὄνομα ἐβάπτισα.
16 Ἐβάπτισα δὲ καὶ τὸν Στεφανᾶ οἶκον· λοιπὸν οὐκ οἶδα εἴ τινα ἄλλον ἐβάπτισα.
17 Οὐ γὰρ ἀπέστειλέ με Χριστὸς βαπτίζειν, ἀλλ’ εὐαγγελίζεσθαι, οὐκ ἐν σοφίᾳ λόγου, ἵνα μὴ κενωθῇ ὁ σταυρὸς τοῦ Χριστοῦ.

 
Ἑρμηνευτικὴ ἀπόδοσις

10 Σᾶς παρακαλῶ δέ, ἀδελφοί, διὰ τὸ ὄνομα τοῦ Κυρίου μας Ἰησοῦ Χριστοῦ, νὰ λέγετε ὅλοι τὴν αὐτὴν ὁμολογίαν τῆς πίστεως καὶ νὰ μὴ ὑπάρχουν μεταξύ σας διαιρέσεις, ἀλλὰ νὰ εἶσθε ἁρμονικὰ ἑνωμένοι μὲ τὰ αὐτὰ ὅλοι σας φρονήματα καὶ μὲ τὰς αὐτὰς γνώμας καὶ ἀποφάσεις.
11 Σᾶς κάνω δὲ τὴν προτροπὴν αὐτήν, διότι ἐπληροφορήθην διὰ σᾶς, ἀδελφοί μου, ἀπὸ τοὺς οἰκιακοὺς τῆς Χλόης, ὅτι ὑπάρχουν μεταξύ σας φιλονεικείαι.
12 Μὲ αὐτὸ δὲ ποὺ λέγω, ἐννοῶ τοῦτο, ὅτι καθένας ἀπὸ σᾶς λέγει καυχώμενος· ἐγὼ μὲν εἶμαι τοῦ Παύλου, ἐγὼ δέ, λέγει ὁ ἄλλος, εἶμαι θαυμαστὴς καὶ μαθητὴς τοῦ Ἀπολλώ· καὶ ὁ τρίτος λέγει· ἐγὼ ἀνήκω εἰς τὸν Κηφᾶν· καὶ ἄλλος πάλιν ἰσχυρίζεται· ἐγὼ εἶμαι τοῦ Χριστοῦ. Ἔγιναν ἔτσι κόμματα καὶ μερίδες διάφοροι.
13 Ἐκομματιάσθη λοιπὸν ὁ Χριστός; Ἀπευθύνομαι εἰς ὅσους λέγουν· ἡμεῖς εἴμεθα τοῦ Παύλου καὶ τοὺς ἐρωτῶ: Μήπως ὁ Παῦλος ἐσταυρώθη διὰ τὴν σωτηρίαν σας; Ἢ μήπως ἐβαπτίσθητε εἰς τὸ ὄνομα τοῦ Παύλου, ὥστε νὰ ἀνήκετε πλέον εἰς αὐτόν;
14 Σὰν βλέπω τώρα, ποίαν κατάχρησιν κάνετε τοῦ ὀνόματός μου, εὐχαριστῶ τὸν Θεόν, διότι ἐπρονόησε νὰ μὴ βαπτίσω αὐτοπροσώπως κανένα ἀπὸ σᾶς, ἐκτὸς ἀπὸ τὸν Κρίσπον καὶ τὸν Γάϊον.
15 Ὥστε τώρα δὲν ἠμπορεῖ κανεὶς νὰ εἴπῃ ὅτι εἰς τὸ ἰδικόν μου ὄνομα ἐβάπτισα.
16 Ἐβάπτισα δὲ καὶ τὴν οἰκογένειαν τοῦ Στεφανᾶ. Ἐκτὸς αὐτῶν δὲν γνωρίζω, ἂν ἐβάπτισα κανένα ἄλλον.
17 Καὶ δὲν ἔκαμα κύριον ἔργον μου τὸ βάπτισμα, διότι ὁ Χριστὸς δὲν μοῦ ἀνέθεσε τὴν διακονίαν τοῦ Ἀποστόλου διὰ νὰ βαπτίζω, πρᾶγμα ποὺ ἠμπορεῖ νὰ κάμῃ καὶ ἕνας ἁπλοῦς λειτουργός. Ἀλλὰ μὲ ἀπέστειλεν ὁ Θεὸς νὰ κηρύττω τὸ εὐαγγέλιον. Καὶ νὰ τὸ κηρύττω ὄχι μὲ ἀνθρωπίνην τέχνην καὶ ἀπατηλὰ ἐπιχειρήματα, ὥστε νὰ παρουσιάζεται ἡ διδασκαλία μου σοφὴ καὶ λαμπρά, διὰ νὰ μὴ χάσῃ τὴν θείαν του δύναμιν τὸ περὶ σταυρικοῦ θανάτου τοῦ Χριστοῦ κήρυγμα.

 
Ἡ Καινὴ Διαθήκη
μετὰ συντόμου ἑρμηνείας
ὑπὸ Παν. Ν. Τρεμπέλα

Ἀδελφότης Θεολόγων «Ὁ Σωτήρ»
Ἔκδοσις πεντηκοστὴ τρίτη
Ἀθῆναι 2009

Κυριακὴ ΣΤ’ Ματθαίου

Tags

,

(Ματθ. θ’ 1-8)

Κείμενον

1 Καὶ ἐμβὰς εἰς πλοῖον διεπέρασε καὶ ἦλθεν εἰς τὴν ἰδίαν πόλιν.
2 Καὶ ἰδοὺ προσέφερον αὐτῷ παραλυτικὸν ἐπὶ κλίνης βεβλημένον· καὶ ἰδὼν ὁ Ἰησοῦς τὴν πίστιν αὐτῶν εἶπε τῷ παραλυτικῷ· θάρσει, τέκνον· ἀφέωνταί σοι αἱ ἁμαρτίαι σου.
3 Καὶ ἰδού τινες τῶν γραμματέων εἶπον ἐν ἑαυτοῖς· οὗτος βλασφημεῖ.
4 Καὶ ἰδὼν ὁ Ἰησοῦς τὰς ἐνθυμήσεις αὐτῶν εἶπεν· ἵνα τί ὑμεῖς ἐνθυμεῖσθε πονηρὰ ἐν ταῖς καρδίαις ὑμῶν;
5 Τί γάρ ἐστιν εὐκοπώτερον, εἰπεῖν, ἀφέωνταί σου αἱ ἁμαρτίαι, ἢ εἰπεῖν, ἔγειρε καὶ περιπάτει;
6 Ἵνα δὲ εἰδῆτε ὅτι ἐξουσίαν ἔχει ὁ υἱὸς τοῦ ἀνθρώπου ἐπὶ τῆς γῆς ἀφιέναι ἁμαρτίας – τότε λέγει τῷ παραλυτικῷ· ἐγερθεὶς ἆρόν σου τὴν κλίνην καὶ ὕπαγε εἰς τὸν οἶκόν σου.
7 Καὶ ἐγερθεὶς ἀπῆλθεν εἰς τὸν οἶκον αὐτοῦ.
8 Ἰδόντες δὲ οἱ ὄχλοι ἐθαύμασαν καὶ ἐδόξασαν τὸν Θεὸν τὸν δόντα ἐξουσίαν τοιαύτην τοῖς ἀνθρώποις.

 
Ἑρμηνευτικὴ ἀπόδοσις

1 Καὶ ἀφοῦ ἐμβῆκεν εἰς τὸ πλοῖον, ἐπέρασε διὰ μέσου τῆς λίμνης εἰς τὸ ἀπἐναντι μέρος, καὶ ἦλθεν εἰς τὴν ἰδικήν του πόλιν, τὴν Καπερναούμ.
2 Καὶ ἰδοὺ ἔφεραν πρὸς αὐτὸν ἕνα παραλυτικόν, τὸν ὁποῖον εἶχαν βάλει ἐπάνω εἰς κρεββάτι. Καὶ ὁ Ἰησοῦς ὅταν εἶδε τὴν πίστιν, ποὺ εἶχαν καὶ ὁ παραλυτικὸς καὶ ἐκεῖνοι, ποὺ τὸν ἔφεραν, εἶπεν εἰς τὸν παραλυτικόν, ὁ ὁποῖος εὑρίσκετο εἰς ἀνησυχίαν, μήπως αἱ ἁμαρτίαι του γίνουν ἐμπόδιον εἰς τὴν θεραπείαν του· ἔχε θάρρος, παιδί μου· σοῦ ἔχουν συγχωρηθῆ αἱ ἁμαρτίαι σου.
3 Καὶ ἰδοὺ μερικοὶ ἀπὸ τοὺς γραμματεῖς εἶπαν μέσα τους· αὐτὸς βλασφημεῖ σφετεριζόμενος δικαίωμα, τὸ ὁποῖον μόνον ὁ Θεὸς ἔχει.
4 Καὶ ὁ Ἰησοῦς τὴν ἰδίαν στιγμὴν εἶδε εἰς τὰ βάθη τῶν καρδιῶν των τοὺς λογισμούς των καὶ εἶπε· διατί διαλογίζεσθε μέσα εἰς τὰς καρδίας σας σκέψεις κακοπροαιρέτους;
5 Εἶναι δὲ πράγματι αἱ σκέψεις σας κακόγνωμοι καὶ κακοπροαίρετοι, διότι, τί εἶναι εὐκολώτερον; Νὰ εἴπῃ, κανείς· εἶναι συγχωρημέναι αἱ ἁμαρτίαι σου, ἢ νὰ εἴπῃ, σήκω ὄρθιος καὶ περιπάτει; Σεῖς θεωρεῖτε δυσκολώτερον τὸ τελευταῖον τοῦτο.
6 Διὰ νὰ μάθετε λοιπὸν τώρα, ὅτι ὁ υἱὸς τοῦ ἀνθρώπου, ὁ Μεσσίας, ὁ ἐκπρόσωπος τῆς ἀνθρωπότητος καὶ ἔνδοξος Κριτὴς αὐτῆς κατὰ τὴν δευτέραν παρουσίαν του, ἔχει ἐξουσίαν νὰ συγχωρῇ ἐπὶ τῆς γῆς ἁμαρτίας – τότε λέγει εἰς τὸν παραλυτικόν· σήκω ὄρθιος καὶ πάρε εἰς τοὺς ὤμους σου τὸ κρεββάτι σου καὶ πήγαινε εἰς τὸ σπίτι σου.
7 Καὶ πράγματι ἐκεῖνος ἐσηκώθη καὶ ἐπῆγεν εἰς τὸ σπίτι του.
8 Ὅταν δὲ τὰ πλήθη τοῦ λαοῦ εἶδαν αὐτό, ποὺ ἔγινεν, ἐθαύμασαν καὶ ἐδόξασαν τὸν Θεόν, ὁ ὁποῖος ἔδωκε διὰ τοῦ Χριστοῦ εἰς τοὺς ἀνθρώπους τέτοιαν ἐξουσίαν, τοῦ νὰ συγχωροῦνται αἱ ἁμαρτίαι, συγχρόνως δὲ νὰ ἰατρεύωνται μὲ ἕνα λόγον ἀσθένειαι τοῦ σώματος ἀθεράπευτοι.

 
Ἡ Καινὴ Διαθήκη
μετὰ συντόμου ἑρμηνείας
ὑπὸ Παν. Ν. Τρεμπέλα

Ἀδελφότης Θεολόγων «Ὁ Σωτήρ»
Ἔκδοσις πεντηκοστὴ τρίτη
Ἀθῆναι 2009

Κυριακὴ Ε’ Ματθαίου

Tags

,

(Ματθ. η’ 28 – θ’ 1)

Κείμενον

28 Καὶ ἐλθόντι αὐτῷ εἰς τὸ πέραν εἰς τὴν χώραν τῶν Γεργεσηνῶν ὑπήντησαν αὐτῷ δύο δαιμονιζόμενοι ἐκ τῶν μνημείων ἐξερχόμενοι, χαλεποὶ λίαν, ὥστε μὴ ἰσχύειν τινὰ παρελθεῖν διὰ τῆς ὁδοῦ ἐκείνης.
29 Καὶ ἰδοὺ ἔκραξαν λέγοντες· τί ἡμῖν καὶ σοί, Ἰησοῦ υἱὲ τοῦ Θεοῦ; Ἦλθες ὧδε πρὸ καιροῦ βασανίσαι ἡμᾶς;
30 Ἦν δὲ μακρὰν ἀπ’ αὐτῶν ἀγέλη χοίρων πολλῶν βοσκομένη.
31 Οἱ δὲ δαίμονες παρεκάλουν αὐτὸν λέγοντες· εἰ ἐκβάλλεις ἡμᾶς, ἐπίτρεψον ἡμῖν ἀπελθεῖν εἰς τὴν ἀγέλην τῶν χοίρων.
32 Καὶ εἶπεν αὐτοῖς· ὑπάγετε. Οἱ δὲ ἐξελθόντες ἀπῆλθον εἰς τὴν ἀγέλην τῶν χοίρων· καὶ ἰδοὺ ὥρμησε πᾶσα ἡ ἀγέλη τῶν χοίρων κατὰ τοῦ κρημνοῦ εἰς τὴν θάλασσαν καὶ ἀπέθανον ἐν τοῖς ὕδασιν.
33 Οἱ δὲ βόσκοντες ἔφυγον, καὶ ἀπελθόντες εἰς τὴν πόλιν ἀπήγγειλαν πάντα καὶ τὰ τῶν δαιμονιζομένων.
34 Καὶ ἰδοὺ πᾶσα ἡ πόλις ἐξῆλθεν εἰς συνάντησιν τῷ Ἰησοῦ, καὶ ἰδόντες αὐτὸν παρεκάλεσαν ὅπως μεταβῇ ἀπὸ τῶν ὁρίων αὐτῶν.
1 Καὶ ἐμβὰς εἰς πλοῖον διεπέρασε καὶ ἦλθεν εἰς τὴν ἰδίαν πόλιν.

 
Ἑρμηνευτικὴ ἀπόδοσις

28 Καὶ ὅταν αὐτὸς ἦλθεν εἰς τὸ ἀπέναντι μέρος, εἰς τὴν χώραν τῶν Γεργεσηνῶν, τὸν συνήντησαν δύο δαιμονιζόμενοι, ποὺ ἔβγαιναν ἀπὸ τὰ ἐκεῖ μνήματα, εἰς τὰ ὁποῖα εὐχαριστοῦντο νὰ κατοικοῦν. Ἦσαν δὲ καὶ οἱ δύο ἐπιθετικοὶ καὶ πολὺ ἐπικίνδυνοι, ὥστε νὰ μὴ μπορῇ κανεὶς νὰ περάσῃ ἀπὸ τὸν δρόμον ἐκεῖνον.
29 Καὶ ἔξαφνα ἀπὸ τὸν φόβον των ἐφώναξαν δυνατὰ καὶ εἶπαν· ποία σχέσις ὑπάρχει μεταξὺ ἡμῶν καὶ σοῦ, Ἰησοῦ υἱὲ τοῦ Θεοῦ; Ἦλθες ἐδῶ πρόωρα, πρὸ τοῦ καιροῦ τῆς παγκοσμίου κρίσεως, διὰ νὰ μᾶς βασανίσῃς;
30 Ὑπῆρχε δὲ μακρὰν ἀπὸ αὐτοὺς κοπάδι ἀπὸ πολλοὺς χοίρους, ποὺ ἔβοσκεν ἐκεῖ.
31 Καὶ οἱ δαίμονες τὸν παρεκάλουν λέγοντες· ἐὰν πρόκειται νὰ μᾶς βγάλῃς ἔξω ἀπ’ ἐδῶ, ἐπίτρεψόν μας νὰ ἀπέλθωμεν εἰς τὸ κοπάδι τῶν χοίρων.
32 Καὶ ἐπειδὴ αὐτοί, ποὺ ἔτρεφον τοὺς χοίρους, ἔπραττον τοῦτο παρὰ τὸν μωσαϊκὸν νόμον, ποὺ ἀπηγόρευεν ὡς ἀκάθαρτον τὸ χοιρινὸν κρέας, ὁ Κύριος τιμωρῶν τὴν παρανομίαν ταύτην εἶπεν εἰς τοὺς δαίμονας· πηγαίνετε. Αὐτοὶ δὲ ἀφοῦ ἐβγῆκαν ἀπὸ τοὺς ἀνθρώπους, ἐπῆγαν εἰς τοὺς χοίρους. Καὶ ἰδοὺ μὲ μανίαν ὥρμησεν ὅλον τὸ κοπάδι τῶν χοίρων ἀπὸ τὸ ἐπάνω μέρος τοῦ κρημνοῦ πρὸς τὰ κάτω εἰς τὴν θάλασσαν καὶ ἐπνίγησαν εἰς τὰ νερὰ τῆς λίμνης.
33 Ἐκεῖνοι δέ, ποὺ ἔβοσκαν τοὺς χοίρους, ἔφυγαν καὶ ἀφοῦ ἐπῆγαν εἰς τὴν πόλιν, ἀνήγγειλαν ὅλα, ὅσα συνέβησαν καὶ ἰδιαιτέρως τὸ τί συνέβη μὲ τοὺς δαιμονιζομένους.
34 Καὶ ἰδοὺ ὅλοι οἱ κάτοικοι τῆς πόλεως ἐβγῆκαν διὰ νὰ συναντήσουν τὸν Ἰησοῦν, καὶ ὅταν τὸν εἶδαν, τὸν παρεκάλεσαν νὰ φύγῃ ἀπὸ τὰ σύνορά τους, ἐκ φόβου μήπως πάθουν καὶ μεγαλύτερα κακά.
1 Καὶ ἀφοῦ ἐμβῆκεν εἰς τὸ πλοῖον, ἐπέρασε διὰ μέσου τῆς λίμνης εἰς τὸ ἀπἐναντι μέρος, καὶ ἦλθεν εἰς τὴν ἰδικήν του πόλιν, τὴν Καπερναούμ.

 
Ἡ Καινὴ Διαθήκη
μετὰ συντόμου ἑρμηνείας
ὑπὸ Παν. Ν. Τρεμπέλα

Ἀδελφότης Θεολόγων «Ὁ Σωτήρ»
Ἔκδοσις πεντηκοστὴ τρίτη
Ἀθῆναι 2009

Κυριακὴ Δ’ Ματθαίου

Tags

,

(Ματθ. η’ 5-13)

Κείμενον

5 Εἰσελθόντι δὲ αὐτῷ εἰς Καπερναοὺμ προσῆλθεν αὐτῷ ἑκατόνταρχος παρακαλῶν αὐτὸν καὶ λέγων·
6 Κύριε, ὁ παῖς μου βέβληται ἐν τῇ οἰκίᾳ παραλυτικός, δεινῶς βασανιζόμενος.
7 Καὶ λέγει αὐτῷ ὁ Ἰησοῦς· ἐγὼ ἐλθὼν θεραπεύσω αὐτόν.
8 Καὶ ἀποκριθεὶς ὁ ἑκατόνταρχος ἔφη· Κύριε, οὐκ εἰμὶ ἱκανὸς ἵνα μου ὑπὸ τὴν στέγην εἰσέλθῃς· ἀλλὰ μόνον εἰπὲ λόγῳ, καὶ ἰαθήσεται ὁ παῖς μου.
9 Καὶ γὰρ ἐγὼ ἄνθρωπός εἰμι ὑπὸ ἐξουσίαν, ἔχων ὑπ’ ἐμαυτὸν στρατιώτας, καὶ λέγω τούτῳ, πορεύθητι, καὶ πορεύεται, καὶ ἄλλῳ, ἔρχου, καὶ ἔρχεται, καὶ τῷ δούλῳ μου, ποίησον τοῦτο, καὶ ποιεῖ.
10 Ἀκούσας δὲ ὁ Ἰησοῦς ἐθαύμασε καὶ εἶπε τοῖς ἀκολουθοῦσιν· ἀμὴν λέγω ὑμῖν, οὐδὲ ἐν τῷ Ἰσραὴλ τοσαύτην πίστιν εὗρον.
11 Λέγω δὲ ὑμῖν ὅτι πολλοὶ ἀπὸ ἀνατολῶν καὶ δυσμῶν ἥξουσι καὶ ἀνακλιθήσονται μετὰ Ἀβραὰμ καὶ Ἰσαὰκ καὶ Ἰακὼβ ἐν τῇ βασιλείᾳ τῶν οὐρανῶν,
12 οἱ δὲ υἱοὶ τῆς βασιλείας ἐκβληθήσονται εἰς τὸ σκότος τὸ ἐξώτερον· ἐκεῖ ἔσται ὁ κλαυθμὸς καὶ ὁ βρυγμὸς τῶν ὀδόντων.
13 Καὶ εἶπεν ὁ Ἰησοῦς τῷ ἑκατοντάρχω· ὕπαγε, καὶ ὡς ἐπίστευσας γενηθήτω σοι. Καὶ ἰάθη ὁ παῖς αὐτοῦ ἐν τῇ ὥρα ἐκείνῃ.

 
Ἑρμηνευτικὴ ἀπόδοσις

5 Ὅταν δὲ ὁ Ἰησοῦς ἐμβῆκεν εἰς τὴν Καπερναούμ, ἦλθε πρὸς αὐτὸν εἷς ἑκατόνταρχος, ὁ ὁποῖος τὸν παρεκάλει καὶ τοῦ ἔλεγε·
6 Κύριε, ὁ δοῦλος μου εἶναι κατάκοιτος εἰς τὸ σπίτι παραλυτικός, καὶ βασανίζεται τρομερὰ ἀπὸ πόνους.
7 Καὶ λέγει εἰς αὐτὸν ὁ Ἰησοῦς· θὰ ἔλθω ἐγὼ εἰς τὸ σπίτι σου καὶ θὰ τὸν θεραπεύσω.
8 Καὶ ὁ ἑκατόνταρχος ἀπεκρίθη καὶ εἶπε· Κύριε, δὲν εἶμαι ἄξιος διὰ νὰ εἰσέλθῃς κάτω ἀπὸ τὴν στέγην τοῦ σπιτιοῦ μου. Ἀλλὰ μόνον εἰπὲ μὲ ἁπλοῦν λόγον αὐτὸ ποὺ θέλεις, καὶ θὰ ἰατρευθῇ ὁ δοῦλος μου.
9 Διότι καὶ ἐγὼ ἄνθρωπος εἶμαι, ὑπεξούσιος, ποὺ λαμβάνω διαταγὰς ἀπὸ ἀνωτέρους, ἔχων ὑπὸ τὰς διαταγάς μου στρατιώτας· καὶ λέγω εἰς τοῦτον τὸν στρατιώτην· πήγαινε, καὶ πηγαίνει· καὶ εἰς τὸν ἄλλον λέγω· ἐλθέ, καὶ ἔρχεται. Καὶ εἰς τὸν δοῦλον μου λέγω· κάμε αὐτό, καὶ τὸ ἐκτελεῖ. Πόσῳ μᾶλλον θὰ ἐκτελεσθῇ ὁ λόγος ὁ ἰδικός σου, ποὺ δὲν εἶσαι ὑπὸ τὰς διαταγὰς κανενός, ἀλλ’ ἔχεις ἐξουσίαν ἐπὶ ὅλων τῶν ἀοράτων δυνάμεων;
10 Ὅταν δὲ ἤκουσε τοὺς λόγους αὐτοὺς ὁ Ἰησοῦς, ἐθαύμασε καὶ εἶπεν εἰς ἐκείνους, ποὺ τὸν ἠκολούθουν· ἀληθῶς σᾶς λέγω, ὅτι οὔτε μεταξὺ τῶν Ἰσραηλιτῶν, οἱ ὁποῖοι εἶναι ὁ ἐκλεκτὸς λαὸς τοῦ Θεοῦ, δὲν εὗρον τόσον μεγάλην πίστιν.
11 Σᾶς διαβεβαιῶ δέ, ὅτι πολλοὶ σὰν τὸν ἑκατόνταρχον θὰ ἔλθουν ἀπὸ ἀνατολὴν καὶ δύσιν, ἀπὸ ὅλα τὰ μέρη τοῦ κόσμου, καὶ θὰ παρακαθήσουν ὡς εἰς ἄλλο εὐφρόσυνον δεῖπνον μαζὶ μὲ τὸν Ἀβραὰμ καὶ τὸν Ἰσαὰκ καὶ τὸν Ἰακὼβ εἰς τὴν βασιλείαν τῶν οὐρανῶν.
12 Ἐκεῖνοι δέ, ποὺ κατάγονται ἀπὸ τὸν Ἀβραὰμ καὶ σύμφωνα πρὸς τὰς ἐπαγγελίας καὶ ὑποσχέσεις τοῦ Θεοῦ εἰς τὸν Ἀβραὰμ εἶναι κληρονόμοι τῆς βασιλείας, θὰ ριφθοῦν ἔξω ἀπὸ αὐτὴν εἰς τὸ σκότος τὸ τελείως ἀπομακρυσμένον ἀπὸ τὴν βασιλείαν. Ἐκεῖ θὰ εἶναι ὁ κλαυθμὸς καὶ τὸ τρίξιμο τῶν ὀδόντων.
13 Καὶ εἶπεν ὁ Ἰησοῦς εἰς τὸν ἑκατόνταρχον· πήγαινε εἰς τὸ σπίτι σου καὶ ὅπως ἐπίστευσες, ὅτι δηλαδὴ μὲ μόνον τὸν λόγον καὶ ἀπὸ μακρυὰ δύναμαι νὰ θεραπεύσω τὸν δοῦλον σου, ἔτσι ἂς γίνῃ εἰς σέ. Πράγματι δὲ κατὰ τὴν στιγμὴν ἐκείνην ἐθεραπεύθη ὁ δοῦλος του.

 
Ἡ Καινὴ Διαθήκη
μετὰ συντόμου ἑρμηνείας
ὑπὸ Παν. Ν. Τρεμπέλα

Ἀδελφότης Θεολόγων «Ὁ Σωτήρ»
Ἔκδοσις πεντηκοστὴ τρίτη
Ἀθῆναι 2009

Follow

Get every new post delivered to your Inbox.

Join 32 other followers